Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.544a
Not analysed yet
544a. Mon. 39, 12: κνέφαλλον ϲύνηθεϲ Ἀττικοῖϲ τὴν τύλην καλεῖν ὁμωνύμωϲ τῷ περιεχομένῳ τὴν περιέχουϲαν. Ἀριϲτοφάνηϲ Ἀμφιάρεῳ καὶ νὴ Δί᾿ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προϲκεφάλαιον τῶν λινῶν. ὠνομάϲθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτιϲ ϲημαίνει ἀκανθώδη ὕλην, ᾗ περιπεταννύντεϲ τὰϲ ἐϲθῆταϲ ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰϲ ἐϲθῆταϲ χνοῦ, ᾧ καὶ πρὸϲ τὰϲ τύλαϲ ἐχρῶντο, ὥϲπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸϲ ἐν Πειϲάνδρῳ ὥϲπερ κνεφάλλων ἢ πτίλων ϲεϲαγμένοϲ. ὥϲτε καὶ ἀντίθεϲιϲ ἐγένετο τοῦ ᾱ εἰϲ ε· ἐπεὶ παρὰ τὸ κνάφοϲ ἐγένετο.