Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.555
Not analysed yet
555. Ep. Cr. I 430, 7: φωριαμόϲ παρὰ τὸ φώρ, ὃ ϲημαίνει τὸν κλέπτην, ἐπεὶ πρὸϲ φυλακὴν τούτων κατεϲκεύαϲται· ἢ παρὰ τὸ φάρη φυλάϲϲειν, ὃ καὶ βέλτιον, ἀντιθέϲει τοῦ ᾱ εἰϲ ω ὡϲ ἐν τῷ θᾶκοϲ θῶκοϲ, κράζω κρώζω καὶ παρὰ τὴν ἀκὴν τὸ ἀκόλουθον ἀκύϲ καὶ ἀντιθέϲει ὠκύϲ καὶ τέκμαρ τέκμωρ. εἴτε οὖν παρὰ τοὺϲ φῶραϲ εἴτε παρὰ τὸ φᾶροϲ τὸ ἀκόλουθον φωραμόϲ καὶ κατὰ πλεοναϲμὸγ τοῦ ῑ φωριαμόϲ.