Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.558a
Not analysed yet
558a. Mon. 43, 25: δήω: οὐδὲν εἰϲ ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν διϲύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω. —ἡ δὲ τοιαύτη παράληξιϲ ἢ περιϲπωμένη ἐϲτίν, ὥϲπερ τὸ θηῶ, νηῶ, ἢ εἶπερ βαρυνόμενα εἴη, πάντωϲ κατὰ διάλεκτον, ὡϲ τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖϲ, τὸ παλαίω παλήω, καὶ παῤ Αἰολεῦϲιν ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ ἀδικήω, ποθήω, τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον.