# Περὶ παθῶν 437.586c

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.586c

586c. Theogn. 41, 27: οἱ Βοιωτοὶ πολλὴν ἴϲαϲι τὴν εῑϲ κατάληξιν, καθὸ παῤ αὐτοῖϲ εἴωθε τὸ η εἰϲ τὴν εῑ δίφθογγον τρέπεϲθαι· τὸ γὰρ πένηϲ πένειϲ γράφουϲι διὰ τῆϲ εῑ διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παῤ αὐτοῖϲ διὰ τῆϲ εῑ διφθόγγου. ἔϲτιν ἀντιθεῖναι τοῖϲ λέγουϲι τὸ ἀγκυλοχείληϲ παρὰ τὸ χηλή οὕτωϲ· οἱ Βοιωτοὶ τρέπουϲι τὸ η εἰϲ τὴν εῑ δίφθογγον, ἡνίκα μὴ τρέπεται τὸ η εἰϲ ᾱ παρὰ τοῖϲ Δωριεῦϲιν οἷον τὸ λέβηϲ καὶ πένηϲ οἱ Βοιωτοὶ διὰ τῆϲ εῑ διφθόγγου γράφουϲι λέβειϲ καὶ πένειϲ λέγοντεϲ, ἐπειδὴ ἐπὶ τούτων οὐ τρέπουϲι τὸ η εἰϲ ᾱ οἱ Δωριεῖϲ. τὸ δὲ Ἀτρείδηϲ καὶ Ὀρέϲτηϲ, ἐπειδὴ τρέπουϲιν οἱ Δωριεῖϲ τὸ η εἰϲ ᾱ καὶ λέγουϲιν Ἀτρείδαϲ Ὀρέϲταϲ, οὐ τρέπουϲιν οἱ Βοιωτοὶ εἰϲ τὴν εῑ δίφθογγον τὸ η. εἰ ἄρα οὖν τὸ χηλή λέγεται παρὰ τοῖϲ Δωριεῦϲι χολά κατὰ ζτροπὴν Δωρικὴν τοῦ η εἰϲ ᾱ, ὡϲ παῤ Εὐριπίδη ἐν Φοινίϲϲαιϲ (1032) «χαλαὶϲί τ’ ὠμοϲίτοιϲ» δηλονότι οὑ δύνανται αὐτὸ ποιῆϲαι οἱ Βοιωτοὶ διὰ τῆϲ εῑ διφθόγγου κατὰ τροπὴν τοῦ η εἰϲ τὴν εῑ δίφθογγον. οὐκ ἄρα οὖν τὸ ἀγκυλοχείληϲ ϲύνθετόν ἐϲτιν ἀπὸ τοῦ χηλή, ἀλλ’ ἔϲτι παραϲύνθετον ἀπὸ τοῦ ἀγκυλόχειλοϲ ϲυνθέτου ἀπὸ τοῦ χεῖλοϲ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
