Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.588a
Not analysed yet
588a. E. M. 452, 33: ἀπὸ τοῦ μνῶ μνήϲω καὶ θνῶ θνήϲω γίνεται θνήϲκω καὶ μνήϲκω· καὶ οὐκ ἔχει τὸ ῑ. οἱ δὲ λέγουϲι ϲὺν τῷ ῑ, ὅτι οἱ Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω λέγουϲι διὰ τῆϲ ᾱῑ διφθόγγου. ἀλλ’ ἰδοὺ τὸ Ἡϲίοδοϲ καὶ ἡμίονοϲ Αἱϲίοδοϲ καὶ αἰμίονοϲ λέγουϲιν, ἀλλ’ ὅμωϲ οὐκ ἔχει τὸ ῑ. ἡ μέντοι παράδοϲιϲ ἔχει τὸ ῑ ἴϲωϲ ἐκ τοῦ λέγειν τοὺϲ Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω.