# Περὶ παθῶν 437.590-596

Aelius Herodianus, Περὶ παθῶν, 437.590 to 437.596. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.590

590. Choer. 546, 19: ἔϲτι κλαίω καὶ κλαύϲω καὶ καίω καύϲω· καὶ ἐπειδὴ ταῦτα κατὰ τὸν μέλλοντα ἔτρεψαν τὸ ῑ εἰϲ ῡ, τούτου χάριν καὶ ὁ παρακείμενοϲ διὰ τῆϲ ᾱῡ διφθόγγου ἐγένετο οἷον κέκλαυκα. 591. Choer. Orth. 241, 4: ὄξιόν ἐϲτι ζητῆϲαι, εἰ τὸ νηλήτηϲ ἀπὸ τοῦ ἀλιτεῖν γέγονε, τὸ δὲ ἀλιτεῖν διὰ τοῦ ῑ γράφεται, πῶϲ τὸ νηλήτηϲ διὰ τοῦ η γράφεται; ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἐτράπη Αἰολικῶϲ τὸ ῑ εἰϲ τὸ η. οὕτωϲ γὰρ τὸ ἀκτῖνεϲ καὶ τὸ ψιμύθιον διὰ τοῦ η προφέρονται οἱ Αἰολεῖϲ. 592. Ep. Cr. I 145, 9: ἐϲτιν ὅτε ἐν ϲυνθέϲει τὸ ῑ εἰϲ τὸ η τρέπεται, ἐπήβολοϲ· οὐ γὰρ ῥητὸν ἐπίβολοϲ καὶ ἐπιετανόϲ ἔτοϲ γὰρ καὶ ἐπηετανόϲ· οὐ γὰρ παρὰ τὸ ταναόϲ, ὥϲ τινεϲ, ἐπεὶ πλείονα οὗτοι διδόαϲι πάθη ἐπιταναόϲ ἐπιεταναόϲ ἐπηετανόϲ. 593. Ep. Cr. I 47, 28: οἱ Αἰολεῖϲ τὴν ὑπό ὑπά λέγουϲι καὶ τὴν ἀπό ἀπό, ἴϲωϲ ἵνα καὶ τὸ ῡ ληκτικὸν γένηται προθέϲεωϲ ὡϲ τὸ ᾱ καὶ ῑ. 594. St. B. 227, 15: Ἑρμιών ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτηϲ ἀφικομένουϲ ὁρμιϲθῆναι καὶ τροπῇ τοῦ ο εἰϲ ε, ὅθεν καὶ. ἱερὸν Ἥραϲ παρθένου ἦν ἐν αὐτῇ. 595. E. M. 59, 58: ἀλετρίβανοϲ ὁ τριβεύϲ παρὰ τὸ τρίβειν τοὺϲ ὅλαϲ· ἁλοτρίβανοϲ οὖν καὶ ἁλετρίβανοϲ κατὰ τροπὴν ὡϲ κελαινοφήϲ καὶ κελαινεφήϲ ἀπὸ τοῦ κελαινόν καὶ φῶ· οὐ γὰρ ἀπὸ τοῦ νέφοϲ. 596. Ep. Cr. I 338, 33: πρηνήϲ: ϲύνθετον παρὰ τὴν πρό καὶ παρὰ τὸ νῶ, οὗ παραγωγὸν νεύω, ῥηματικὸν ὄνομα προνήϲ καὶ ἐν ἐπεκτάϲει πρηνήϲ ὁ πρόϲω νενευκώϲ· γέγονε δὲ μεταβολὴ τοῦ ο εἰϲ η ὥϲπερ προών πρηών, οὕτωϲ καὶ προνήϲ πρηνήϲ καὶ ὀλιγοπελίη ὀλιγηπελίη καὶ θαλαμοπόλοϲ θαλαμηπόλοϲ καὶ αἱμοπότηϲ αἱμηπότηϲ.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
