# Περὶ παθῶν 437.597

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.597

597. Ep. Cr. l 63, 26: παρὰ τὸ ὄψομαι ἐξέπιπτε ῥηματικὸν ὄψοϲ καὶ κατὰ μεταβολὴν τοῦ ο εἰϲ τὸ ῡ ὕψοϲ, ἔνθεν ἔϲτιν ἰδεῖν πάντα· τὸ δὲ ῡ πρὸ τοῦ διπλοῦ οὐδέποτε εὑρίϲκεται, εἰ μὴ μόνον ἐν τῷ ὕψοϲ· ἔνθεν οἱ Αἰολεῖϲ ἀναλογώτεροί εἰϲι ἴψοϲ λέγοντεϲ καὶ «κατ᾿ ἰψηλῶν ὀρέων» ἀποϲώζοντεϲ καὶ τὸ ἴδιον τοῦ πνεύματοϲ· γίνεται δὲ καὶ τὸ ῡ μεταβολῇ τοῦ ο εἰϲ τὸ υ ὡϲ ἐν τῷ «κειμένω ἐν νεκύων ἀγύρει» (Π 661) καὶ «μεθ’ ὁμήγυριν ἄλλων» (Υ 142)· ἀγορά γὰρ ἦν καὶ ἄγυριϲ, καὶ παρὰ τοῖϲ Αἰολεῦϲιν εὑρίϲκομεν τὸ μόγιϲ μύγιϲ, τότε τύτε, «ἐπαϲϲύτεραι Δαναῶν κίνυντο φάλαγγεϲ» (Δ 427)· ἐπαϲϲότεραι γὰρ ὤφειλεν εἶναι τὸ γὰρ ἁπλοῦν ἀϲϲότεροϲ. τὸ γοῦν ὀφειλόμενον τῷ ϲχήματι ἀπέδωκεν ὁ ποιητὴϲ εἰπὼν «ἀϲϲοτέρω καθίϲαϲα παρὰ πυρί» (ρ 572).

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
