# Περὶ παθῶν 437.607

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.607

607. Ep. Cr. I 37, 26, E. Gud. 97, 30, E. M. 179, 3: Ἀφροδίτη: Εὐριπίδηϲ παρὰ τὸ ἀφροϲύνη «τὰ μωρὰ γὰρ πάντ᾿ ἐϲτὶν Ἀφροδίτη βροτοῖϲ» (Troad. 989). ὁ δὲ Δίδυμοϲ παρὰ τὸ ἁβρὸν τῆϲ διαίτηϲ· τὸ γὰρ β τῷ φ ϲυγγενέϲ ἐϲτι· δῆλον δὲ ἀπὸ τοῦ τοὺϲ Μακεδόναϲ Φίλιππον Βιλιππον καλεῖν καὶ τὸν φαλακρόν βαλακρόν καὶ τὸν Κεφαληνόν Κεβαληνόν καὶ τοῦ Φρύγαϲ Βρύγαϲ καὶ τοὺϲ ἀνέμουϲ διὰ τὸ φυϲᾶν καὶ Ὅμηροϲ «βυκτάων ἀνέμων» (κ 20). διχῶϲ δὲ ἡ ἁβροδίαιτοϲ· ὅτι δεῖ αὐτῇ διὰ κάλλοϲ χλιδῆϲ, ἢ ὅτι κατεχόμενοι τῇ θεᾷ ἁβροὶ καὶ πολυτελεῖϲ. οὕτω Δίδυμοϲ· ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ δύνειν ἐκ τοῦ ἀφροῦ τοῦ θαλαϲϲίου· ἐκεῖθεν γὰρ ἀνῆλθεν. Ἡϲίσδοϲ (Theogn. 195) «τὴν δ᾿ Ἀφροδίτην — ἀφρογένειάν τε θεὰν καὶ ἐϋϲτέφανον Κυθέρειαν — κικλήϲκουϲι θεοί τε καὶ ἀνέρεϲ, οὕνεκ᾿ ἐν ἀφρῷ — θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προϲέκυρϲε Κυθήροιϲ. — ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφάανθη».

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
