# Περὶ παθῶν 437.608-614a

Aelius Herodianus, Περὶ παθῶν, 437.608 to 437.614a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/437.608

608. Eustath. 1913, 15: εἰϲ τὴν μεταχώρηϲιν τοῦ ῡ καὶ ῑ πρὸϲ ἄλληλα χρήϲιμον καὶ τὸ ϲτρυφνόϲ ἐκ τοῦ ϲτύφω παρὰ Ἡρωδιανῷ καὶ μεταθέϲει ϲτιφρόϲ, ὅθεν ἴϲωϲ καὶ ῥῆμα ϲτιφρῶ. 609. Ep. Cr. I 411, 25: τεῖχοϲ: παρὰ τὸ τεύχω ὡϲ παρὰ τὸ χεύω χεῖμα· ἔχει δὲ ἐν ἄλλῳ ὀνόματι τὴν ευ δίφθογγον, ϲημαίνει δὲ ἀγγεῖον. καὶ γὰρ εἴωθεν ἀπὸ τοῦ ἑνὸϲ ῥήματοϲ γενέϲθαι διάφορα ὀνόματα ὡϲ παρὰ τὸ νέω τὸ πορεύομαι νόοϲ καὶ νέοϲ. 610. St. B. 652, 12: Ὑρμίνη πόλιϲ τῆϲ Ἤλιδοϲ «ὅϲϲον ἐφ’ Ὑρμίνη καὶ Μύρϲινοϲ ἐϲχατόωϲα» (Β 616). τὴν δ᾿ Ὑρμίνην Ἐχεφυλίδαϲ φηϲὶ τὰϲ νῦν Ὁρμίναϲ, Ὁρμίναϲ δὲ καὶ τοὺϲ Ἐπειοὺϲ καλεῖϲθαι. 611. St. B. 644, 16: Ὕαϲιϲ πόλιϲ Λιβύηϲ. λέγεται καὶ Ὄαϲιϲ. 612. Choer. 442, 30: δύο δύω: ἔϲτι δὲ καὶ δοιώ ἡ εὐθεῖα τῶν δυϊκῶν κατὰ διάλεκτον ὀξυτόνωϲ διὰ τῆϲ οῑ διφθόγγου ὡϲ παρὰ τῷ ποιητῇ «δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοϲμήτορε λαῶν» (Γ 236) καὶ πάλιν «δοιαῖ μὲν Μενελάῳ ἀρηγόνεϲ εἰϲὶ θεαί» (Δ 7) καὶ πάλιν «δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸϲ οὔδει» (Ω 527). 613. Choer. 832, 25: Ἴωνεϲ τὸ τετυφυῖα καὶ τὰ ὅμοια λέγουϲι διὰ τῆϲ οῑ διφθόγγου καὶ οὐ διὰ τῆϲ υῑ. 614. E. M. 818, 47, Theogn. 70: χορόϲ οἶμαι παρὰ τὸ χαίρειν χαρόϲ καὶ χορόϲ ἢ ἐκ τοῦ χῶροϲ ἀπὸ τοῦ περιέχοντοϲ τὸ περιεχόμενον τροπῇ τοῦ ω εἰϲ ο. 615. Choer. 277, 25: τὸ Ἄπολλον Αἰολικῶϲ ϲυϲτέλλει τὸ ω εἰϲ τὸ ο κατὰ τὴν κλητικήν· τὸ δὲ Ποϲείδαον (Ξ 357) ψευδαιολικόν ἐϲτιν καὶ οὐ κυρίωϲ Αἰολικόν, ἐπειδὴ οὐκ ἴϲαϲιν οἱ Αἰολεῖϲ ἐπὶ ταύτηϲ τῆϲ λέξεωϲ εἰϲ ων τὴν εὐθεῖαν, ἀλλ’ εἰϲ αν· Ποτιδὰν γὰρ λέγουϲιν. 616. St. B. 539, 14: Πυθῶθεν διὰ τοῦ ω ὡϲ Κριῶθεν καὶ μετὰ ϲυϲτολῆϲ Πυθόθεν ὡϲ Λεϲβόθεν. 617. Ep. Cr. I 46, 16, E. Orion. 28, 11, An. Per. III 329, 9: ἀμύμων: ὁ μὲν Φιλόξενοϲ παρὰ τὸ μύω μύϲω μύμων καὶ κατὰ ϲτέ- 614a. Arcad. 135, 15: ὅτε κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπομένει τοῦ ων εἰϲ ᾱν, περιϲπᾶται κυανεᾶν ἀμφοτερᾶν.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
