Ancient Greek
437.614b to 437.623
Aelius Herodianus, Περὶ παθῶν 437.614b-623
Not analysed yet
614b. Men. 10, 17: οὐδὲν περιϲπώμενον ὑπὲρ δύο ϲυλλαβὰϲ τρέπει τὸ ω εἰϲ ᾱ παῤ Αἰολεὐϲιν ἢ Δωριεῦϲι τὸ δέ γε Ποϲειδῶν ἐτράπη· Ποϲειδάν γὰρ λέγεται. 614c. Il. Pr. Ι 393: ϲόωϲι: Τυραννίων προπεριϲπᾶ ὡϲ νοῶϲιν —Ἀπίων δὲ διὰ τοῦ ᾱ γράφει· —ἡ δὲ πλείων χρῆϲιϲ, ὦν ἐϲτι καὶ ὁ Ἀϲκαλωνίτηϲ, ὡϲ ϲώζωϲι. καὶ δῆλον ὅτι τοῦ ϲώωϲι ϲυϲτολὴν αὐτοὺϲ δεῖ παραδέξαϲθαι. πρόδηλον κἀκ τῆϲ μετοχῆϲ «τὼ δ’ ἑτέρω ἑκάτερθεν ἴτην ϲώοντεϲ ἑταίρουϲ» (Od. ι 430). 614d. Il. Pr. Α 363: εἴδομεν: προπαροξύνεται τὸ εἴδομεν ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡϲ βαρύτονον καὶ ὡϲ περιϲπώμενον κλίνει. ἢ ὅτι ἀνθ’ ὑποτακτικοῦ ἐϲτι καὶ ἡ ϲυϲτολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον. 617a. Arcad. 10, 5: τὰ εἰϲ ῡν λήγοντα βαρύνεται ἐξαιρέτωϲ παρὰ τοῖϲ Αἰολεῦϲι, Φόρκυν, Πόλτυν, Γόρτυν, τέκτυν ὁ τέκτων. ρηϲιν ἀμύμων ὁ μὴ ἀνακεκλιμένοϲ· οἱ δὲ παρὰ τὸ μῶμοϲ κατὰ ϲτέρηϲιν ἄμωμοϲ ἀμύμων παραϲύνθετον· τὸ δὲ ω εἰϲ υ ὡϲ τὸ χελώνη χελύνη παρὰ Ϲαπφοῖ. 618. St. B. 638, 13: Τροία ἀπὸ Τρωόϲ κατὰ Βοιωτοὺϲ ἢ μᾶλλον ὡϲ Βοιωτιακόν, ὡϲ Ἡρωδιανόϲ. 619. St. B. 290, 10: ἔϲτι καὶ Ἐφύρη Κράννουν λεγομένη, ὥϲ φηϲι Κινέαϲ ὁ ῥήτωρ β΄ περὶ Θεϲϲαλίαϲ καὶ Ἐπαφρόδιτοϲ. 620. E. M. 723, 17: ϲπέργυϲ: παρὰ τὸ πρέϲβυϲ τροπῇ τοῦ β εἰϲ γ πρέϲγυϲ καὶ ὑπερθέϲει ϲπέργυϲ. περὶ παθῶν. 621. St. B. 3, 20: Ἀβαντίϲ: τὸ Ἀβαντία θηλυκὸν τοῦ Ἀβάντιοϲ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰϲ μ Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει. Καλλίμαχοϲ δὲ Ἀμαντίνην ὡϲ Λεοντίνην αὐτὴν ἔφη «καὶ Ἀμαντίνην ᾤκιϲαν Ὠρικίην». 622. Zon. 1496: παῖϲ: ὁ Ἡρωδιανόϲ· παρὰ τὸ βαιόν γίνεται βάϊϲ καὶ πάϊϲ κατὰ τροπὴν τοῦ β εἰϲ π, ἐκ δὲ τοῦ πάϊϲ γίνεται κατὰ ϲυναίρεϲιν παῖϲ. 623. St. B. 5, 1: Ἀβαρνίϲ πόλιϲ καὶ χώρα καὶ ἄκρα τῆϲ Παριανῆϲ. —εὕρηται δὲ καὶ διὰ τοῦ π Ἀπαρνίϲ, ὡϲ παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ.