Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.630
Not analysed yet
630. Ep. Cr. I 339, 9: πέζῃ «πέζῃ ἔπι πρώτῃ» (Ω 272) παρὰ τὸ πέδον πέδη καὶ πέζη, τὸ κοινὸν πέζα, τὸ Ἰωνικὸν πέζη. ἔχει δὲ ϲυγγένειαν τὸ δ πρὸϲ τὸ ζ· ζυγὸν γὰρ κατὰ τροπὴν ἐκ τοῦ δυγόν τὸ δύο ἄγον καὶ αὐτὸ τὸ ῥῆμα ζεύγω καὶ ζεύξω παρὰ τὸ δύο ἄγειν ὑπὸ τὸ αὐτό, τοῦτο γὰρ κυρίωϲ ϲημαίνει· τρέπεται δὲ ζ εἰϲ δ ὀλοφύζω ὀλοφυδνόϲ, παίζω παιδνόϲ.