Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.640a
Not analysed yet
640a. Choer. 611, 35: οἱ Βοιωτοὶ τὸ ἤνεγκα ἤνειγξα λέγουϲι, διὰ τῆϲ εῑ διφθόγγου τὴν παραλήγουϲαν ποιοῦντεϲ· περὶ δὲ τοῦ τὴν λήγουϲαν διὰ τοῦ ξ εἶναι λέγομεν ὅτι ἢ πρὸϲ ἀναλογίαν τοῦ μέλλοντοϲ τοῦτο πεποιήκαϲιν, ἐνέγξω γάρ ἐϲτιν ὁ μέλλων διὰ τοῦ ξ ἢ ἀπὸ τοῦ ἤνεγκα γίνεται κατὰ τροπὴν Βοιωτικὴν τοῦ κ εἰϲ ξ ἔθοϲ γὰρ ἔχουϲιν οἱ Βοιωτοὶ τρέπειν τὸ κ εἰϲ ξ ὡϲ Ἀριϲτοφάνηϲ δηλοῖ ἐν Νεφέλαιϲ (343) λέγων «εἴξαϲι γοῦν ἐρίοιϲι πεπταμένοιϲιν»· τοῦτο γὰρ τὸ εἴξαϲι κατὰ Βοιωτοὺϲ γέγονε τροπῇ τοῦ κ εἰϲ ξ, εἴκαϲι γάρ ἐϲτιν ἀντὶ τοῦ ἐοίκαϲιν ἀπὸ τοῦ εἴκω θέματοϲ τοῦ ϲημαίνοντοϲ τὸ ὁμοιῶ. ναί, ὡϲ ἀπὸ τῆϲ Αὐλῶνοϲ Καυλωνία καὶ ἀπὸ Μετάβου ἥρωοϲ τὸ Μεταπόντιον καὶ Ἐπίδαυροϲ Ἐπίταυροϲ.