Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.671
Not analysed yet
671. Choer. 588, 16, Ep. Cr. 375, 20: πέφρικα: ἐνεργητικοῦ ἐϲτι παρακειμένου, ἀλλ᾿ οὐ μέϲου· εἰ γὰρ ἦν μέϲου παρακειμένου διὰ τοῦ γ ἂν ἐξηνέχθη. τὰ γὰρ τῆϲ τετάρτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων διὰ τοῦ γ ἐκφέρονται κατὰ τὸν μέϲον παρακείμενον. ὁ δὲ λόγοϲ ἐπὶ τῶν ἔχοντων διὰ τοῦ ξ τὸν μέλλοντα ἐκφερόμενον οἷον πλήϲϲω πλήξω πέπληγα, νύϲϲω νύξω νένυγα, φρίϲϲω φρίξω πέφριγα· ἀλλ’ ἐνεργητικοῦ ἐϲτι παρακειμένου καὶ οὐ μέϲου· ἀπὸ γὰρ τοῦ φρίϲϲω φρίξω γέγονε πέφριχα καὶ διὰ τὴν τῶν δαϲέων ϲύγχυϲιν ἐτράπη τὸ χ εἰϲ κ καὶ γέγονε πέφρικα καὶ ὁ μέϲοϲ παρακείμενοϲ πέφριγα.