# Περὶ παθῶν 45

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/45

45. E. M. 318, 18: ἐθέλω· ἰϲτέον ὅτι δύο θέματά εἰϲι, θέλω καὶ ἐθέλω. καὶ τὸ μὲν τεθέληκα ἀπὸ τοῦ θέλω ἐϲτίν, ἐπειδὴ πᾶϲ παρακείμενοϲ ἀπὸ ϲυμφώνου ἀρχόμενοϲ πάντωϲ καὶ τὸν ἐνεϲτῶτα ἔχει ἀπὸ ϲυμφώνου ἀρχόμενον οἷον τέτυφα, ὅτι τύπτω. τὸ δὲ ἐθελήμων ἀπὸ τοῦ ἐθέλω ἐϲτίν. καὶ δεῖ γινώϲκειν, ὅτι ἀεὶ τὸ τριϲύλλαβον εὑρίϲκεται παρὰ τῷ ποιητῇ ἐθέλω. ἀμέλει ἐν τῷ «μήτε ϲὺ Πηλείδή’ θέλ’ ἐριζέμεναι» (Ιl. Α 277) δηλονότι κράϲει ἐγένετο τοῦ η καὶ ε εἰϲ η. μηδεὶϲ δὲ οἰέϲθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐϲτὶ κατὰ πλεοναϲμὸν τοῦ ε τὸ γὰρ ε ἐπὶ φωνήεντι πέφυκε πλεονάζεϲθαι ὡϲ τὸ εἶπαϲ ἔειπαϲ, ἐπὶ ϲυμφώνῳ δὲ οὐ πλεονάζεται. τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε τὸ μετὰ ϲυμφώνου ὑπάρχον πέφυκε πολλάκιϲ ἀποβάλλεϲθαι ὡϲ τὸ ἔφη φῆ, ἔβη βῆ. δοκεῖ δὲ τὸ θέλω ἀναλογώτερον εἶναι τοῦ ἐθέλω· τὸ γὰρ ἐθέλω παράλογον κατά τι ἐϲτί. τὰ γὰρ διὰ τοῦ λω ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ε παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ προηγούμένον; περιϲπᾶται οἶον ὠφελῶ, ἀμελῶ. τὸ δὲ ἐθέλω βαρύνεται. τούτου χάριν τὸ θέλω ἀναλογώτερον ἐϲτὶ τοῦ ἐθέλω. ἔχομεν γάρ τινα ῥήματα διϲύλλαβα βαρυνόμενα οἷον μέλω, ἕλω, κέλω. πρόϲκειται «μὴ ἔχοντα ἕτερον λ προηγούμενον» διὰ τὸ ἀνατέλλω.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
