# Περὶ παθῶν 46b

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 46b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/46b

46b. ἴϲκοντεϲ: ὁ Ἀϲκαλωνίτηϲ κατὰ ἀφαίρεϲίν φηϲιν εἶναι τοῦ ε τὸ ἴϲκοντεϲ. Ἀρίϲταρχοϲ δὲ ἐκτεταμένωϲ ἀναγινώϲκει παρὰ εἴϲκω ἐκδεξάμενοϲ· ἄμεινον δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωϲιϲ· πρὸ γὰρ τῆϲ διὰ τοῦ ϲκω παραγωγῆϲ ϲπάνιόν ἐϲτι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν αυ ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴϲω· καὶ ἅμα τῇ ἐπενθέϲει τοῦ κ ἐΐϲκω γεγενῆϲθαι κατὰ τὴν διαίρεϲιν, ἵνα μὴ δίφθογγοϲ γένηται, καὶ ἀποβολῇ τοῦ ε ἴϲκω. οὕτωϲ οὖν καὶ τὸ ἴϲκοντεϲ ὀφείλομεν κατὰ ἀποβολὴν τοῦ ἕ ἀναγινώϲκειν. οὐ γὰρ μέτρον κωλύει. Π Pr. 41 cf. Λ 709.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
