# Περὶ παθῶν 58a

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 58a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/58a

58a. Ep. Hom. 173, 5: εἴβειϲ «τερεν δάκρυον εἴβειϲ» (Π 11). λείβω τὸ ϲτάζω καὶ κατὰ πάθοϲ γίνεται εἴβω, ὥϲπερ ἀπὸ τοῦ γαῖα κατὰ ἀφαίρεϲιν τοῦ γ αἶα πρῶτον ἄρα τὸ λείβω τοῦ εἴβω. ἰϲτέον δὲ ὅτι οὐδέποτε εἴβειν τέθειται ἐπὶ τοῦ ϲπένδειν. τὰ δὲ ἄλλα ὁμοίωϲ δάκρυα λεῖβον» (Ν 88) «καταλείβεται ὕδωρ » καὶ τὸ κατειβόμενον Ϲτυγὸϲ ὕδωρ» (0 37 ). ὥϲπερ δὲ παρὰ τὸ γαῖα μὲν ἐγένετο ϲύνθετον γαιήοχοϲ καὶ παραγωγὸν γαιάτηϲ οὐδὲ δὲ παρὰ τὸ αἶα, οὕτωϲ καὶ ἐπὶ τούτων οὐδὲν μὲν κίνημα παρὰ τὸ εἴβω, παρὰ δὲ τὸ λείβω, λιβάϲ, λοιβή, λέβηϲ, λίβανοϲ καὶ λιβανωτόϲ· καὶ ὃν τρόπον τὸ αἶα οὐδέποτε κατ’ ἀρχὴν ἔχειϲ ϲτίχου παρὰ τῷ ποιητῇ, τὸ δὲ γαῖα, οὕτωϲ οὐδέποτε τὸ εἴβω ἔχειϲ ἐν ἀρχ ϲτίχου, ἀλλὰ τὸ λείβω.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
