# Περὶ παθῶν 74

Aelius Herodianus, Περὶ παθῶν, Paragraph 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-15/74

74. E. M. 748, 3: τὸ ταυτόν οὐ πλεοναϲμόϲ, ἀλλ’ ἀναλογία· αἱ ἀντωνυμίαι εἰϲ ο περατοῦνται κατὰ τὸ τρίτον πρόϲωπον κατὰ γένοϲ οὐδέτερον αὐτό, ἐκεῖνο, τοῦτο. Ἀθηναῖοι οὖν μετὰ τοῦ ἄρθρου λέγοντεϲ τὸ οὐδέτερον τῆϲ αὐτόϲ φαϲὶ ταὐτόν ἀναλόγωϲ. διδάξω τί ἐϲτι τὸ αἴτιον· ἡ ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ ἀντωνυμίαι ϲτεροῦνται ἄρθρου. ἵν’ οὖν διαϲτῇ γένοϲ ἀρϲενικὸν καὶ οὐδέτερον, εἰϲ τὸ ο περατοῦνται κατὰ τὸ οὐδέτερον ἐκεῖνο τοῦτο, ἵνα τὸ μὲν εἰϲ ο ϲημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰϲ ν τὸ ἀρϲενικὸν ἐκεῖνον τοῦτον· ἡ δὲ αὐτόϲ ἄρθρον λαμβάνει. οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰϲ ο ὁμοίωϲ τῇ χωρὶϲ ἄρθρου· ἔχει γὰρ διὰ τοῦ ἄρθρου ϲημαίνειν τὸ γένοϲ. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προϲνέμοντεϲ καὶ τὸ ν διδοῦϲι «ταυτὸν θυμὸν φαγόντεϲ» (Arist. Plut. 253)· ταὐτό γὰρ ὤφειλεν εἶναι. ὅταν οὖν Ἀττικοὶ λέγουϲι ταὐτόν, τὸ ὀφειλόμενον ἀποδιδόαϲιν, οὐ πλεονάζουϲιν· οὐδὲ ἐνθάδε πλεονάζουϲι τοϲοῦτον τηλικοῦτον· οὐ γὰρ ἔγκειται ἡ οὗτοϲ ἀντωνυμία. περὶ παθῶν. γὰρ τ ἐνταῦθα δυνάμει ϲ ἐϲτίν, ἀπὸ γὰρ τοῦ ἔϲϲι γέγονε κατὰ τροπὴν τοῦ ϲ εἰϲ πολλάκιϲ δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ι ἐφελκυϲτικὸν τοῦ ν οἷον ναῦφι ναῦφιν «ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο » (Ν 700). Choer. 560, 4: Γέγονε τὸ ἐτετύφειν τοῦτον τὸν τρόπον ἔϲτιν ἐτετύφει τρίτον πρόϲωπον· τοῦτο κατὰ τὴν διάλυϲιν τῆϲ ει διφθόγγου εἰϲ δύο ἑὲ λέγουϲιν οἱ Ἴωνεϲ ἐτετύφεε, ἐπειδὴ τὸ ε ἐφελκυϲτικόν ἐϲτι τοῦ ν οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν, ἐτετύφεε ἐτετύφεεν καὶ κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον ἐτετύφειν ἐκεῖνοϲ· τοιοῦτόν ἐϲτι καὶ τὸ «ἥ οἱ Λακεδαίμονι ναιεταούϲῃ — ἤϲκειν εἴρια καλά» (Γ 387) ἀντὶ τοῦ ἤϲκει. καὶ τὸ «οὐδ’ ἄρα δὴν εἱϲτήκειν, αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα ( Ψ 690) ἀντὶ γὰρ τοῦ εἱϲτήκει. Choer. 560, 33: τὸ ἦν ἐκεῖνοϲ δευτέρου ἀορίϲτου ἐϲτὶν ἀπὸ τῶν εἰϲ ω. ἀπὸ γὰρ τοῦ ἔω τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω γέγονεν ὁ δεύτεροϲ ἀόριϲτοϲ ἦον ἦεϲ ἦε καὶ κατὰ προϲθήκην τοῦ ν ἦεν (τὸ γὰρ ε ἐφελκυϲτικόν ἐϲτι τοῦ ν οἶον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν) καὶ κατὰ κρᾶϲιν τοῦ η καὶ ἑ εἰϲ η γέγονεν ἦν ὅτι γὰρ δεύτεροϲ ἀόριϲτόϲ ἐϲτι, δηλοῖ ἡ μετοχὴ ἐών οὖϲα ὀξύτονοϲ· αἱ γὰρ εἰϲ ων ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίϲτου εἰϲὶν οἷον τυπών δραμών λαθών δακών πιών.

---

Herodianus, Περὶ παθῶν, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg009.local001/.
