# Περὶ παρωνύμων 2.114-128

Aelius Herodianus, Περὶ παρωνύμων, 2.114 to 2.128. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.114

E. M. 586, 40, Eustath. ad Dionys. 431 et ad Hom. 1396, Κεφαλλήν γίνεται παρὰ Κέφαλοϲ ὡϲ κῶλοϲ κωλήν, μέγιϲτοϲ μεγιϲτήν καὶ μεγιϲτάν. Περὶ τῶν εἰϲ ων. Steph. Hyz. 113, 11. Theogn. 29, 11: Ἀργείωνεϲ λέγονται οἱ Ἀργεῖοι ὡϲ Καδμείωνεϲ παρὰ τὸ Ἀργεῖοϲ. Περὶ τῶν εὶϲ ων. St. B. 113, 6: ὁ Ἀργεῖοϲ λέγεται καὶ Ἀργόλαϲ κτλ. St. B. 211, 2: Γόννοι πόλιϲ Περραιβίαϲ. τὸ ἐθνικὸν Γονατᾶϲ, ὃ καὶ παράλογον διὰ τὸν τόνον. Περὶ τῶν εἰϲ ηϲ. St. B. 113, 14: λέγονται καὶ πατρωνυμικῶϲ οἱ Ἀργεῖοι ὡϲ οἱ πολλοὶ καὶ Ἡρόδωροϲ· ἐν μὲν τῷ νῦν χρόνῳ Ἡρακλεῖδαι, πρὸ δ᾿ Ἡρακλέουϲ Περϲεῖδαι, πρὸ Περϲέωϲ δὲ Λυγκεῖδαι καὶ Δαναΐδαι, πρὸ δὲ Δαναοῦ Ἀργειάδαι καὶ Φορωνεῖδαι, ἃϲ Ἄβρων ποιηταῖϲ ἀνατίθηϲιν. Περὶ τῶν εἰϲ ατηϲ. Ἀγκαρία πόλιϲ Ἰταλίαϲ ὡϲ Ἀντία Ἀδρία. τὸ ἐθνικὸν Ἀγκαριάτηϲ ὡϲ Πολύβιοϲ ὀγδόῃ. Αἴπεια πόλιϲ Λακωνικῆϲ. τὸ ἐθνικὸν Αἰπεάτηϲ ὡϲ Κορϲεάτηϲ Ὑδρεάτηϲ ἐπὶ δὲ τῶν τοιούτων ἐνίοτε μένοντοϲ τοῦ ι ὑφαιρεῖται τὸ α ὡϲ Δικαιαρχείτηϲ Ϲαμαρείτηϲ Ζελείτηϲ, ἔϲθ᾿ ὅτε μένοντοϲ τοῦ ε ὑφαιρουμένου τοῦ ι τὸ α εἰϲ ω ἀμείβεται ὡϲ Ἡρακλεώτηϲ, Μαρεώτηϲ καὶ Ῥαφεώτηϲ. Ἀλλαρία πόλιϲ Κρήτηϲ. Πολύβιοϲ τριϲκαιδεκάτῃ, τὸ ἐθνικὸν Ἀλλαριάτηκλέουϲ ὡϲ αὐτόϲ φηϲιν. Ἀμφιγένεια πόλιϲ Μεϲϲηνιακή. τὸ ἐθνικὸν Ἀμφιγενειάτηϲ διὰ τὸν Πελοποννήϲιον χαρακτῆρα ἢ καὶ Ἀμφιγενεύϲ. Βοιαί Κρήτηϲ πόλιϲ. ὁ πολίτηϲ Βοιάτηϲ ὡϲ Καρύαι Καρυάτηϲ, Πιτάναι Πιτανάτηϲ, Θαλάμαι Θαλαμάτηϲ. λέγεται καὶ Βοιαῖοϲ ὡϲ φορὸκλέουϲ. Ἡρωδιανὸϲ δὲ Βοιίτηϲ φηϲίν, ἴϲωϲ παρὰ τὸ Βοιόν ὡϲ λίκνον λικνίτηϲ. Βρέα πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν ἔδει Βρεάτηϲ. ἔϲτι δὲ Βρεαῖοϲ παρὰ τῷ Θεοπόμπῳ εἰκοϲτῷ τρίτῳ. Γαθεαί πόλιϲ Ἀρκαδίαϲ, ἧϲ οἱ πολῖται Γαθεᾶται.· Παυϲανίαϲ ὀγδόῳ (34, 6) «Γαθεάτᾳ τῆϲ Κρωμίτιδοϲ χώραϲ». Γερόνθραι πόλιϲ Λακωνικῆϲ. ὁ πολίτηϲ Γερανθράτηϲ, ὡϲ Παυϲανίαϲ. Ζέλεια· τὸ ἐθνικὸν Ζελείτηϲ. Ἡρωδιανὸϲ δὲ Ζελειατῶν. ἔϲτι γὰρ Ζελειάτηϲ καὶ Ζελείτηϲ. Ἰάμνια πολίχνιον Φοινίκηϲ. τὸ ἐθνικὸν ἔδει Ἰαμνιάτηϲ. ἔϲτι δὲ καὶ Ἰαμνίτηϲ καθ᾿ ὕφεϲιν τοῦ α. τὰ γοῦν καθ᾿ ὕφεϲιν τοῦ α διὰ διφθόγγου ἐϲτὶ πλὴν τοῦ Ἰαμνίτηϲ καὶ τοῦ Δαυνίτηϲ.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
