Ancient Greek
2.129 to 2.142
Aelius Herodianus, Περὶ παρωνύμων 2.129-142
Not analysed yet
Ἱππώνιον πόλιϲ Βρεττίων. τὸ ἐθνικὸν Ἱππωνιάτηϲ. τοῦτο δὲ τὸ ἐθνικὸν ὡϲ ἀπὸ τοῦ Ἱππωνία. ἀπὸ γὰρ τοῦ Ἱππώνιον ἔδει Ἱππώνιοϲ ἢ Ἱππωνιεύϲ. Κραναή νῆϲοϲ Λακωνική. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Ἀττική. τὸ ἐθνικόν, εἰ μὲν τῆϲ Λακωνικῆϲ, Κραναάτηϲ ὡϲ Καρυάτηϲ, εἰ δὲ τῆϲ Ἀττικῆϲ Κραναῖοϲ ὡϲ Ἀθηναῖοϲ. Κράνεια χωρίον Ἀμβρακιωτῶν. τὸ ἐθνικὸν Κρανειάτηϲ ὡϲ Μαλειάτηϲ, ὥϲ φηϲι Ϲοφοκλῆϲ Λαριϲαίοιϲ. Μαῖα πόλιϲ Ἑλληϲποντία. τὸ ἐθνικὸν Μαιάτηϲ κατὰ πρόϲθεϲιν τοῦ τηϲ. Μόψου ἑϲτία πόλιϲ Κιλικίαϲ. ὁ πολίτηϲ Μοψεάτηϲ κατὰ παραγωγὴν μιᾶϲ τῶν λέξεων. Οἴνα πόλιϲ Τυρρηνίαϲ. τὸ ἐθνικὸν Οἰνάτηϲ. οὐκ ἀλλότριοϲ γὰρ ὁ τύποϲ. Ῥάβεννα πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Ῥαβεννάτηϲ, παρὰ τοῖϲ Ἰταλοῖϲ Ῥαβεννήϲιοϲ. Ῥεϲινα πόλιϲ περὶ τὸν Ἄβορον ποταμόν. καὶ εἰ μὲν ὡϲ τὸ Αἴγινα τονωθείη, τὸ ἐθνικὸν Ῥεϲινάτηϲ, εἰ δὲ ὡϲ Τερῖνα, Ῥεϲιναῖοϲ. Ῥεϲινάτηϲ δὲ ἄμεινον. Ῥόβεια Πιερίηϲ. τὸ ἐθνικὸν Ῥοβειάτηϲ καὶ Ῥοβείτηϲ καὶ κατὰ διάλυϲιν Ῥοβεΐτηϲ. Τύραϲ πόλιϲ καὶ ποταμὸϲ ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ ἔδει παρὰ τὸν Τύραν Τυράτην εἶναι τὸ ἐθνικόν. ἔϲτι καὶ Τυρίτηϲ ἀπὸ τοῦ Τύριϲ. ὁ δὲ πολυίϲτωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺϲ δὲ πολίταϲ Τυρανούϲ. Ὕλη πόλιϲ Κύπρου, ἐν ᾗ Ἀπόλλων τιμᾶται Ὑλάτηϲ. Λυκόφρων (448) «καὶ Ϲέτραχον βλώξαντεϲ Ὑλάτου τε γῆν». Φύτειον πόλιϲ Ἤλιδοϲ. τὸ ἐθνικὸν Φυτεάτηϲ ὡϲ Γυθεάτηϲ. ὁ γὰρ τύποϲ Ἀρκάϲι ϲυνήθηϲ. Χάλκεια πόλιϲ Καρίαϲ, ἧϲ τὸ ἐθνικὸν Χαλκεάτηϲ, ὡϲ Κρατερῷ δοκεῖ. Περὶ τῶν εἰϲ ε ετηϲ. St. B. s. :Αὐλαί. τὰ ἀπὸ τῶν εἰϲ η διϲυλλάβων θηλυκῶν ὀξυνο μένων μὲν διὰ τοῦ ε ὡϲ τὸ φυλέτηϲ, βαρυνομένων δὲ διὰ τοῦ η ὡϲ κωμήτηϲ Ϲιδήτηϲ. ἐπιϲτατέον τὸ Καρνίτηϲ ἀπὸ τῆϲ Κάρνηϲ. Περὶ τῶν εἰϲ ητηϲ.