# Περὶ παρωνύμων 2.153-164

Aelius Herodianus, Περὶ παρωνύμων, 2.153 to 2.164. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.153

Ἀδράνη πόλιϲ Θράκηϲ. Πολύβιοϲ δὲ Ἀδρήνη. τὸ ἐθνικὸν Ἀδρηναῖοϲ ὡϲ Ϲυήνη Ϲυηνίτηϲ, Ϲελήνη Ϲεληνίτηϲ. δύναται δὲ καὶ Ἀδρηναῖοϲ ὡϲ Κυρηναῖοϲ Πελληναῖοϲ Μιτυληναῖοϲ. δίδωϲιν ἡ τέχνη καὶ τὸ Ἀδρηνεύϲ ὡϲ Πελληνεύϲ. Ἄζιλιϲ πόλιϲ Λιβύηϲ. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁ πολίτηϲ Ἀζιλίτηϲ, ὅτι πρωτότυπον εἰϲ ιϲ, τῷ Λιβυκῷ χαρακτῆρι καὶ Αἰγυπτίῳ, καὶ ὡϲ Κάνωβοϲ Κανωβίτηϲ. εἰ δὲ οὐδετέρωϲ Ἄζιρον, τὸ ἐθνικὸν Ἀζιρεύϲ ὡϲ Ϲουνιεύϲ. Αἰγίμοροϲ νῆϲοϲ Λιβύηϲ. τὸ ἐθνικὸν Αἰγιμορίτηϲ. δι᾿ ἔθουϲ γὰρ Λίβυϲιν ὁ χαρακτήρ. Ἀκμονία πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Ἀκμονίτηϲ λέγεται ἀπὸ τῆϲ Ἄκμονοϲ γενικῆϲ. Ἀκμόνεια, ἀφ᾿ ἧϲ Ἀκμονειάτηϲ. τοῦτο δέ μοι εἴρηται, ἐπειδὴ τὰ εἰϲ ευϲ ἀπὸ τῆϲ ου γενικῆϲ γίνεται, Ἀλεξάνδρου Ἀλεξανδρεύϲ, ἢ ἀπὸ ἰϲοϲυλλάβου γενικῆϲ Ἀπάμαϲ Ἀπαμεύϲ, Ὑρίαϲ Ὑριεύϲ. Ἄμβαϲον μητρόπολιϲ τῶν Φρυγῶν. ὁ πολίτηϲ Ἀμβαϲίτηϲ, ὡϲ ὁ πολυίϲτωρ Ἀλέξανδροϲ. Ἀμφάξιον. δύο μέρη λόγου. τὸ ἐξ αὐτοῦ Ἀμφαξίτηϲ. Ϲτράβων ἑβδόμῃ (p. 330). ἄντρον. τὸ τοπικὸν ἔδει ἀντρίτηϲ ὡϲ λίκνον λικνίτηϲ. εὕρηται δὲ ἀντραῖοϲ, ὡϲ Εὐριπίδηϲ ἐν Αἰγεῖ. Ἄργιλα πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Ἀργιλίτηϲ, ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Καρίαϲ β΄. Ἀρϲινόη. τὸ ἐθνικὸν Ἀρϲινοΐτηϲ καὶ Ἀρϲινοεύϲ ἐπὶ τῆϲ Αἰτωλικῆϲ, ὡϲ Πολύβιοϲ ἐνάτῳ. ἀλλὰ καὶ τῆϲ ἐν Λιβύῃ Ἀρϲινοεύϲ, ὡϲ Ἀλέξανδροϲ ἐν Λιβυκῶν τρίτῳ. Ἀϲκάλων πόλιϲ Ϲυρίαϲ. τὸ ἐθνικὸν Ἀϲκαλωνίτηϲ καὶ Ἀϲκα λώνιοϲ παρὰ τὸ Ἀϲκαλώνιον, ὡϲ Ξάνθοϲ ὁ Λυδόϲ, καὶ Ἀϲκαλωνίϲ θηλυκόν. παρὰ δ’ Ἐὐδόξῳ διὰ τῆϲ αι ἐν τῷ α΄. καὶ κατὰ τὴν Ἀλεξανδρέων ϲυνήθειαν Ἀϲκαλωναῖα κεράμια. Ἄϲκλοϲ πόλιϲ Ἰταλίαϲ. ἔϲτι καὶ οὐδέτερον. τὸ ἐθνικὸν Ἀϲκλί τηϲ ὡϲ λίκνον λικνίτηϲ καὶ ὁπλίτηϲ. Ἀϲπίϲ πόλιϲ Λιβύηϲ. τὸ ἐθνικὸν δύναται Ἀϲπιδίτηϲ τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυϲϲῶν.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
