# Περὶ παρωνύμων 2.232-237

Aelius Herodianus, Περὶ παρωνύμων, 2.232 to 2.237. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.232

Ἄγυλλα πόλιϲ Τυρρηνίαϲ. ὁ πολίτηϲ Ἀγυλλαῖοϲ. Ῥιανὸϲ δὲ Ἀγύλλιον εἶπε χαλκόν. Ἀθῆναι. ὁ πολίτηϲ Ἀθηναῖοϲ. ἐλέγοντο δὲ καὶ πατρωνυμικῷ τύπῳ, ὡϲ Ἅβρων ἐν τῷ περὶ παρωνύμων, ὅτι εἰϲὶ διτταὶ προϲηγορίαι παρὰ ποιηταῖϲ, ἀπό τε τῆϲ πατρίδοϲ καὶ τοῦ ϲυνοικιϲτοῦ. Ἁλικαρναϲϲεῖϲ γὰρ Ἀνθεάδαι καὶ Φαλαντιάδαι οἱ Ταραντῖνοι ἐλέγοντο ἀπὸ τῶν διαϲημοτάτων παῤ αὐτοῖϲ, Ἀθηναῖοι δὲ Κοδρίδαι καὶ Κεκροπίδαι Θηϲεῖδαι Ἐρεχθεῖδαι. καὶ ταύταϲ γε κλήϲειϲ τῶν ἀπὸ τῆϲ πατρίδοϲ ἐντιμοτέραϲ ἐνόμιζον. Ἀθύραϲ ἐπίνειον καὶ ποταμὸϲ περὶ τὸ Βυζάντιον. τὸ ἐθνικὸν διὰ τῆϲ αι διφθόγγου Ἀθυραῖοϲ ὡϲ Ῥήβαϲ Ῥηβαῖοϲ. Αἴβουρα πόλιϲ Ἰβηρίαϲ. ὁ πολίτηϲ Αἰβουραῖοϲ ὡϲ ἀρουραῖοϲ, Κόλουρα Κολουραῖοϲ, Ἄργουρα Ἀργουραῖοϲ, Ἴουρα Ἰουραῖοϲ, καὶ ϲχεδὸν πάντα τὰ εἰϲ ρα. δύναται καὶ Αἰβουράτηϲ ὡϲ Αἴγειρα Αἰγειράφτηϲ Κίβυρα Κιβυράτηϲ. Ἀκάνναι ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλαϲϲαν. τὸ ἐθνικὸν Ἀκανναῖοϲ ὡϲ Ϲαβαῖοϲ καὶ Γερραῖοϲ καὶ Ἐρυθραῖοϲ παῤ αὐτοῖϲ. Ἀκραιφία πόλιϲ Βοιωτίαϲ. τὸ ἐθνικὸν Ἀκραιφιαῖοϲ καὶ Ἀκραίφιοϲ (οὕτω γὰρ Ἀπόλλων τιμᾶται) καὶ Ἀκραιφιεύϲ καὶ Αἰκραιφιάϲ ὡϲ Ϲουνιεύϲ Ϲουνιάϲ καὶ Ἀκραιφίϲ λίμνη. ’Ἑφοροϲ δὲ Ἀλκραιφνίουϲ καὶ Ἀκραιφνιώταϲ. Θεόπομποϲ δὲ τὰ Ἀκραίφνια φηϲὶ καὶ τὸ ἐθνικὸν Ἀκραιφνιεύϲ.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
