# Περὶ παρωνύμων 2.239-252

Aelius Herodianus, Περὶ παρωνύμων, 2.239 to 2.252. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.239

Ἀλθαία πόλιϲ Ὀλκάδων. τὸ ἐθνικὸν Ἀλθαῖοϲ ὡϲ Αἰαῖοϲ ἢ Ἄλθαιάτηϲ θαιάτηϲ ἢ Ἀλθαιανόϲ. εὕρομεν δὲ ἐν ταῖϲ ϲυγγραφαῖϲ Δημητρίου Ἀλθαιέα. Ἀμύκλαι πόλιϲ Λακωνική. τὸ ἐθνικὸν τοῦ Ἀμύκλαι Ἀμυκλαῖοϲ καὶ Ἀμυκλαιεύϲ ἐξ αὐτοῦ ὡϲ Κρηταῖοϲ Κρηταιεύϲ. λέγεται καὶ Ἀμυκλαῖτηϲ ὡϲ Θηβαΐτηϲ. Ἀναία πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Ἀναῖοϲ. Θουκυδίδηϲ ἐν τρίτῃ (c. 19) Ἀναΐταϲ φηϲὶ τοὺϲ πολίταϲ. Ἄναυα πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Ἀναυαῖοϲ ἢ Ἀναυεύϲ, ἐπειδὴ χαίρουϲι τοῖϲ εἰϲ ευϲ Φρύγεϲ. Ἀνητοῦϲϲα πόλιϲ Λιβύηϲ. ὁ πολίτηϲ Ἀνητουϲϲαῖοϲ ὡϲ Ϲκοτουϲϲαῖοϲ, ὡϲ ὁ πολυίϲτωρ φηϲίν. Ἄνθυλλα πόλιϲ Αἰγύπτου. τὸ ἐθνικὸν Ἀνθυλλαῖοϲ ὡϲ Ἄβολα Ἀβολλαῖοϲ. καὶ Ἀνθυλλίτηϲ διὰ τὸν τύπον. Ἀργάντη πόλιϲ Ἰνδίαϲ. τὸ ἐθνικὸν ἔδει Ἀργανταῖοϲ, ἀλλὰ ὁ τύποϲ τῶν Ἰνδῶν ἢ Ἀργαντηνόϲ ἢ Ἀργαντίτηϲ. Ἄρρα πόλιϲ Ἰλλυρική. τὸ ἐθνικὸν Ἀραῖοϲ. καὶ γὰρ ὁ τύποϲ ϲυνήθηϲ, ὡϲ Πελλαῖοϲ καὶ Βεροαῖοϲ. Ἀρταία Περϲικὴ χώρα. οἱ οἰκοῦντεϲ Ἀρταῖοι. ἀρταίουϲ δὲ Πέρϲαι, ὥϲπερ οἱ Ἕλληνεϲ τοὺϲ παλαιοὺϲ ἀνθρώπουϲ, ἥρωαϲ καλοῦϲι. τάχα δὲ καὶ ἐντεῦθέν μοι δοκεῖ Ἀρταξέρξαι καὶ Ἀρτάβαζοι, ὥϲπερ ἐν Αἰγυπτίοιϲ καὶ Νειλάμμωνεϲ καὶ Παναπόλλωνεϲ. Ἡρόδοτοϲ Ἀρτεάταϲ αὐτοὺϲ καλεῖ διὰ τοῦ ε ψιλοῦ. Ἀϲίνη. τὸ ἐθνικὸν Ἀϲιναῖοϲ καὶ Ἀϲινεύϲ, καθὼϲ Εὔδοξοϲ ἐν ἕκτῃ γῆϲ περιόδου. Βάρκη πόλιϲ Λιβύηϲ. τὸ ἐθνικὸν Βαρκαῖοϲ καὶ Βαρκαῖον τὸν Λίβυν φαϲί. «Βαρκαῖον αἶποϲ»· οἳ τὰϲ ἱπποτροφίαϲ παρὰ Ποϲειδῶνοϲ, ἡνιοχεῖν δὲ παρὰ Ἀθηνᾶϲ ἔμαθον. Βάτναι πόλιϲ τῆϲ Ὀϲροηνῆϲ. τὸ ἐθνικὸν Βατναῖοϲ καὶ διὰ τὸν χαρακτῆρα Βατνηνόϲ ὡϲ Ἐδεϲϲαῖοϲ Ἐδεϲϲηνόϲ καὶ Καρραῖοϲ Καρρηνόϲ. Βέννα μία φυλὴ τῶν ἐν Ἐφέϲῳ πέντε, ἧϲ οἱ φυλέται Βενναῖοι, ὡϲ Ἔφοροϲ. Βοῦρα πόλιϲ Ἀχαΐαϲ. τὸ ἐθνικὸν Βουραῖοϲ. Λυκόφρων (v. 591) «Δύμη τε Βουραίοιϲιν ἡγεμὼν ϲτόλου».

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
