Ancient Greek
2.254 to 2.258
Aelius Herodianus, Περὶ παρωνύμων 2.254-258
Not analysed yet
Γαλάδραι πόλιϲ Μακεδονίαϲ. ὁ πολίτηϲ Γαλαδραῖοϲ. Λυκόφρων «καὶ Γαλαδραῖον πέδον» (ν. 1342). Γενέϲη πόλιϲ Λακωνικῆϲ. τὸ ἐθνικὸν Γενεϲαῖοϲ ὡϲ Τεμεϲαῖοϲ. ἄμεινον δὲ διὰ τὴν χώραν Γενεϲάτηϲ. Δεξαμεναί μέροϲ τῆϲ Ἀμβρακίαϲ. τὸ ἐθνικὸν Δεξαμεναῖοϲ, ὡϲ Ἀριϲτοτέληϲ φηϲὶν ἐν τῇ Ἀμβρακιωτῶν πολιτείᾳ. Δίνδυμα ὄρη τῆϲ Τρωάδοϲ. τὸ ἐθνικὸν Δινδυμαῖοϲ καὶ Δινουμναῖοϲ. εἴη δ᾿ ἂν καὶ Δινδυμηνόϲ, ὅτι καὶ τὴν θεὸν Δινδυμήνην λέγουϲι. Δολίχη νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ καὶ πόλιϲ τῆϲ Κομμαγηνῆϲ. τὸ ἐθνικὸν Δολιχαῖοϲ Ζεύϲ. οἱ δ᾿ ἐπιχώριοι Δολιχηνοί λέγουϲι· τῆϲ δὲ Λυκιακῆϲ Δολίχηϲ Δολιχεύϲ. ὁ γὰρ τύποϲ ϲυνήθηϲ τοῖϲ Λυκίοιϲ, τῆϲ δὲ Δολιχίϲτηϲ Δολιχιϲτεύϲ.