# Περὶ παρωνύμων 2.259

Aelius Herodianus, Περὶ παρωνύμων, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.259

Δύμη πόλιϲ Ἀχαΐαϲ. ὁ πολίτηϲ Δυμαῖοϲ. Ἔφοροϲ κδ′ «παραγινομένηϲ δὲ τῆϲ ϲτρατιᾶϲ εἰϲ τὴν Δύμην, πρῶτον μὲν οἱ Δυμαῖοι. καταπλαγέντεϲ». καὶ Παυϲανίαϲ ζ΄ (17, 6) «Οἰβώτᾳ ἀνδρὶ Δυμαίῳ ϲταδίου μὲν ἀνελομένῳ νίκην» καὶ πάλιν (17, 9) «Δυμαίοιϲ μέν ἐϲτιν Ἀθηνᾶϲ ναὸϲ καὶ ἄγαλμα». καὶ ἐν τῷ η΄ (1, 2) «τὰ δὲ πρὸϲ Ἀχαΐαν Δυμαίων εἰϲὶν ὅμοροι». καὶ Ἀπολλόδωροϲ ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενοϲ «τὴν δὲ χώραν ἔχουϲι Δυμαῖοι». καὶ Φίλιϲτοϲ Ϲικελικῶν α′ «ἐπὶ τῆϲ ὀλυμπιάδοϲ ἣν Οἰβώταϲ ὁ Δυμαῖοϲ ἐνίκα ϲτάδιον». καὶ Ἀπολλόδωροϲ ἐν χρονικῶν α′ «πόλεμοϲ ἐνέϲτη τοῖϲ τε Δυμαίοιϲ ὅθεν» καὶ Θεόπομποϲ μ «προϲτάται δὲ τῆϲ πόλεωϲ ἦϲαν τῶν μὲν Ϲυρακοϲίων Ἄθηνιϲ καὶ Ἡρακλείδηϲ, τῶν δὲ μιϲθοφόρων Ἀρχέλαοϲ ὁ Δυμαῖοϲ». τὸ θηλυκὸν Δυμαία. Εὐφορίων «ἥ τιϲ ἔχειϲ κληῖδαϲ ἐπιζεφύροιο Δυμαίηϲ» διὰ τὸ πρὸϲ δύϲιν ἐπιζέφυρον κεῖϲθαι λέγων. λέγεται καὶ Δύμιοϲ ὡϲ Βοίβη Βοίβιοϲ. Ἀντίμαχοϲ ἐν ε΄ Θηβαΐδοϲ ἐν δέ νυ τοῖϲι μάλα πρόφρων ἐπίκουροϲ ἀμορβέων ὡμίληϲ᾿, εἵωϲ διεπέρϲατε Δύμιον ἄϲτυ.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
