Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.260
Not analysed yet
Δωδώνη. τῆϲ Δωδώνηϲ τὸ ἐθνικὸν Δωδωναῖοϲ. Ἑκαταῖοϲ Εὐρώπῃ Μολοϲϲῶν πρὸϲ μεϲημβρίηϲ οἰκέουϲι Δωδωναῖοι». καὶ Ὅμηροϲ «Ζεῦ ἄνα Δωδωναῖε» (Π 233) καὶ Κρατῖνοϲ Ἀρχιλόχοιϲ (Com. ed. Mein. II 20) «Δωδωναίῳ κυνὶ βωλοκόπῳ, τίτθη, γεράνῳ προϲέοικαϲ». Ἀπολλόδωροϲ δὲ ἐν α περὶ θεῶν τὸν Δωδωναῖον οὕτοϲ ἐτυμολογεῖ «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντεϲ ὅτι δίδωϲιν ἡμῖν τὰ ἀγαθά, Πελαϲγικὸν δὲ ὅτι τῆϲ γῆϲ πέλαϲ ἐϲτίν».