Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.263
Not analysed yet
Ἐρυϲίχη πόλιϲ Ἀκαρνανίαϲ. τὸ ἐθνικὸν Ἐρυϲιχαῖοϲ, περὶ οὗ Ἡρωδιανόϲ φηϲιν ὅτι ϲεϲημαίωται τὸ Ἐρυϲίχαιοϲ προπαροξυνόμενον ἐν τοῖϲ ἐθνικοῖϲ. μήποτε οὖν τὸ χαῖον ἐγκεῖϲθαι, ὅ ἐϲτιν ἡ βουκολικὴ ῥάβδοϲ καὶ τὸν ἐρύϲω μέλλοντα. διχῶϲ οὖν ἔϲται, ὥϲ ἐϲτι δῆλον παῤ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ϲμάτων· φηϲὶ γάρ οὐκ ἦϲ ἀνὴρ ἄγροικοϲ οὐδέ ϲκαιὸϲ οὐδὲ παρὰ ϲυφοῖϲιν, οὐδὲ Θεϲϲαλὸϲ γένοϲ, οὐδ᾿ Ἐρυϲιχαῖοϲ οὐδὲ ποιμήν. εἰ γὰρ τῷ «Θεϲϲαλὸϲ γένοϲ» ϲυναπτέον, ἐθνικόν ἐϲτι καὶ προπεριϲπάϲθω.