# Περὶ παρωνύμων 2.264-281

Aelius Herodianus, Περὶ παρωνύμων, 2.264 to 2.281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.264

Εὐθηνοί πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν καθ᾿ ἡμᾶϲ Εὐθηναῖοϲ, κατ᾿ ἐκείνουϲ δὲ Εὐθηνεύϲ. Πολέμων δὲ καὶ Εὐθηνίταϲ φηϲίν. Ἐχῖναι νῆϲοι περὶ τὴν Αἰτωλίαν. λέγονται καὶ Ἐχινάδεϲ. τὸ ἐθνικὸν τοῦ Ἐχῖναι Ἐχιναῖοϲ, τοῦ δ’ Ἐχινάδεϲ Ἐχιναδεύϲ ὡϲ Ἀρκαδεύϲ ἢ Ἐχινάδιοϲ. Ἐχῖνοϲ πόλιϲ Ἀκαρνανίαϲ. ὁ πολίτηϲ Ἐχιναῖοϲ ὡϲ χέρϲοϲ χερϲαῖοϲ, Ἄπροϲ Ἀπραῖοϲ, Κύφοϲ Κυφαῖοϲ. καὶ ἀπὸ τοῦ Ἐχιναῖοϲ Ἐχιναιεύϲ ὡϲ Κρηταῖοϲ Κρηταιεύϲ. Θύμβρα πόλιϲ Τρῳάδοϲ. Ἀπόλλων Θυμβραῖοϲ. λέγεται καὶ διὰ τοῦ ζ Ζζυμβραῖοϲ. λέγεται καὶ Θύμβριοϲ. Ἑλλάνικοϲ δὲ Δύμβριόϲ φηϲι διὰ τοῦ δ καὶ Δυμβριεύϲ. Ἰθώμη πόλιϲ Μεϲϲήνηϲ. τὸ ἐθνικὸν Ἰθωμαῖοϲ καὶ Ἰθωμήτηϲ διὰ τοῦ η καὶ Δωρικῇ τροπῇ Ἰθωμάταϲ, ἀφ᾿ οὗ ὁ πολίτηϲ Ἰθωμάταϲ καὶ Ζεὺϲ Ἰθωμάταϲ. Ἰτέα δῆμοϲ. ὁ δημότηϲ Ἰτεαῖοϲ. Ἀνδροτίων δὲ τριϲυλλάβωϲ ἔφη. Κάλυδνα νῆϲοϲ. ὁ πολίτηϲ Καλυδναῖοϲ καὶ Καλυδνεὺϲ ὁ Ἀπόλλων καὶ Καλύδνιοϲ, ὡϲ Ἀνδροτίων ἕκτη Ἀτθίδοϲ. Καρήνη πόλιϲ Μυϲίαϲ. τὸ ἐθνικὸν Καρηναῖοϲ, ὡϲ Κρατερὸϲ γ΄ περὶ ψηφιϲμάτων «Γρυνεῖϲ Πιταναῖοι Καρηναῖοι». Κορόπη πόλιϲ Θεϲϲαλίαϲ. ὁ πολίτηϲ Κοροπαῖοϲ. Νίκανδροϲ ἐν Θηριακοῖϲ (613) «ᾗ ἐν Ἀπόλλων μαντείαϲ Κοροπαῖοϲ ἐθήκατο καὶ θέμιν ἀνδρῶν». λέγεται δὲ κατ᾿ ἔλλειψιν τοῦ κ Ὀροπαῖοϲ. Κρῆϲϲα πόλιϲ Παφλαγονίαϲ. Δημοϲθένηϲ γράφει τὸ ἐθνικὸν Κρηϲϲαῖοϲ. Κρηϲτώνη πόλιϲ Θράκηϲ. ὁ πολίτηϲ Κρηϲτωναῖοϲ παρὰ Πινδάρῳ. Ῥιανὸϲ δὲ Κρηϲτωνίουϲ αὐτούϲ φηϲιν. Ἑκαταῖοϲ δὲ Κρηϲτῶναϲ αὐτοὺϲ ἐν Εὐρώπῃ. Κύφοϲ πόλιϲ Περραιβίαϲ. ὁ πολίτηϲ Κυφαῖοϲ. Λυκόφρων (v. 897) «ἐν ᾧ Κυφαίων δύϲμορον ϲτρατηλάτην». Λάμπη πόλιϲ Κρήτηϲ. τὸ ἐθνικὸν Λαμπαῖοϲ. Κλαύδιοϲ δὲ Ἰούλιοϲ Λαμπέαϲ αὐτούϲ φηϲι. Λῆνοϲ χωρίον τῶν Πιϲατῶν. ὁ πολίτηϲ Ληναῖοϲ. Φλέγων μη΄ ὀλυμπιάδι. Λίγγοϲ φρούριον Καϲϲανδρέων. τὸ ἐθνικὸν Λιγγαῖοϲ. Ἀπολλόδωροϲ ἐν χρονικῶν τρίτῳ. ἔϲτι δὲ καὶ Λίγγιοϲ καὶ Λίγγιοϲ κόλποϲ. Λίμναι πόλιϲ ἐν Ἑλληϲπόντῳ, ἔνθα ὁ Διόνυϲοϲ ἐτιμᾶτο· Καλλίμαχοϲ «Λιμναίῳ δὲ χοροϲτάδαϲ ἦγον ἑορτάϲ». Λογγώνη Ϲικελίαϲ πόλιϲ. ὁ πολίτηϲ Λογγωναῖοϲ. Φίλιϲτοϲ δεκάτῳ. Νακόνη πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Νακοναῖοϲ. Φίλιϲτοϲ ἕκτῳ Ϲικελικῶν.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
