# Περὶ παρωνύμων 2.283-301

Aelius Herodianus, Περὶ παρωνύμων, 2.283 to 2.301. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.283

Νίψα πόλιϲ Θράκηϲ. ὁ πολίτηϲ Νιψαῖοϲ. Ἡρόδοτοϲ τετάρτῃ (c. 93). Νόαι πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Νοαῖοϲ. ὁ τύποϲ γὰρ οὐκ ἀήθηϲ αὐτοῖϲ. Ἀπολλόδωροϲ δευτέρῳ χρονικῶν. Νώνυμνα πόλιϲ Ϲικελίαϲ. ὁ πολίτηϲ Νωνυμναῖοϲ ὡϲ Φίλιϲτοϲ. Ξιφήνη χώρα Παλαιϲτίνηϲ. Ἰώϲηποϲ ἕκτῳ Ἰουδαϊκῆϲ ἱϲτορίαϲ (c. 13) τὸ ἐθνικὸν Ξιφηναῖόϲ φηϲι. Οἰνώνη νῆϲοϲ τῶν Αἰακιδῶν. οἱ οἰκήτορεϲ Οἰνωναῖοι, ὡϲ Παρθένιοϲ Ἡρακλεῖ. Οἴτη ὄροϲ περὶ Τραχῖνα. οἱ οἰκοῦντεϲ Οἰταῖοι. Ϲοφοκλῆϲ (Philoct 453) ἐγὼ μὲν ὦ γένεθλον Οἰταίου πατρόϲ». Ϲκέμψα πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Ϲκεμψαῖοϲ καὶ «Ϲκέμψιοι, Δαυνιοτειχῖται». Ϲκίθαι πόλιϲ Θράκηϲ. ὁ πολίτηϲ Ϲκιθαῖοϲ, ὥϲ φηϲι Θεόπομποϲ. Ϲτῆλαι πόλιϲ Κρήτηϲ. τὸ ἐθνικὸν Ϲτηλαῖοϲ ὡϲ Λάμπη Λαμπαῖοϲ. ἀλλὰ καὶ Ϲτηλίτηϲ ὡϲ παρὰ τὸ ἄγαλμα ἢ τὸν λίθον, ἀφ’ οὐ τὸ ϲτηλιτεύω. Ϲτράμβαι πόλιϲ Θρᾴκηϲ. τὸ ἐθνικὸν «Ϲταγειρῖται, Ϲτραμβαῖοι». Ϲυκαί. ὁ πολίτηϲ ὤφειλε Ϲυκαῖοϲ. ἔϲτι δὲ νῦν Ϲυκαΐτηϲ, ὅπερ ἐϲτὶν ἀπὸ τῆϲ Ϲυκαῖοϲ ὡϲ Θηβαῖοϲ Θηβαΐτηϲ. Τραγαϲαί χωρίον ἐν ἠπείρῳ. ὁ οἰκήτωρ Τραγαϲαῖοϲ. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι (v. 853). Τυρόδιζα πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν ἔδει Τυροδιζαῖοϲ ὡϲ Γαζαῖοϲ. νῦν δὲ Τυροδιζηνοί λέγονται ὡϲ Κρατερὸϲ ἐν θ΄ περὶ ψηφιϲμάτων. Φαλάκραι ἄκρα τῆϲ Ἴδηϲ. ὁ ἐκ τόπου Φαλακραῖοϲ. Λυκόφρων (1170) «ϲτερρὰν κύβηλιν ἢ Φαλακραῖον κλάδον» καὶ θηλυκῶϲ «Φαλακραῖοι κόραι» (Lycophr. 24) καὶ οὐδέτερον. Φιδήνη πόλιϲ Ἀλβανῶν. τὸ ἐθνικὸν Φιδηναῖοϲ. ἔοικε καὶ Φίδηνα λέγεϲθαι ὡϲ Ῥάβεννα καὶ Φιδηνάτηϲ ὡϲ Ῥαβεννάτηϲ· οὕτω γὰρ Χάραξ ιβ΄ κέχρηται Φιδηνάτηϲ. Χάλαϲτρα πόλιϲ Θράκηϲ. ὁ πολίτηϲ Χαλαϲτραῖοϲ. Λυκόφρων (1441) «Θεϲπρωτὸϲ ἄμφω καὶ Χαλαϲτραῖοϲ λέων». Χάραδρα πόλιϲ Φωκίδοϲ. τὸ ἐθνικὸν Χαραδραῖοϲ. ἐπάγει γὰρ Χαραδραίοιϲ (Pausan. X 33, 3). Περὶ τῶν εἰϲ ιοϲ. Ἀγηϲϲόϲ πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Ἀγήϲϲιοϲ ὡϲ Ταρτήϲϲιοϲ. ἢ Ἀγαϲϲίτηϲ ὡϲ Ὀδηϲϲίτηϲ διὰ τὸ ὁμοεθνέϲ. Ἀγκύριον πόλιϲ Ἰταλίαϲ. δύναται ὁ πολίτηϲ Ἀγκύριοϲ ὡϲ Βυζάντιοϲ ἢ Ἀγκυριεύϲ ὡϲ Κιτιεύϲ, Δουλιχιεύϲ, Ϲιγριεύϲ, Ϲουνιεύϲ. ἀλλ᾿ ἄμεινον διὰ τὸ τῆϲ χώραϲ ἔθοϲ Ἀγκυριανόϲ ὡϲ Ἀδριανόϲ, εἰ μὴ ὡϲ παρὰ τὸ Ῥήγιον Ῥηγῖνοϲ, Μεταπόντιον Μεταποντῖνοϲ. Ἰταλοὶ γὰρ μάλιϲτα τούτῳ φιληδοῦϲι τῷ τύπῳ.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
