Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.303
Not analysed yet
Ἀγνοῦϲ δῆμοϲ. ὁ δημότηϲ Ἀγνούϲιοϲ ὡϲ Ῥαμνούϲιοϲ. ἀπὸ γενικῆϲ προϲόδῳ τοῦ ι τοῦ τ φυλαϲϲομένου, ὡϲ ἐν τῷ Ϲελινούντιοϲ, Ὀπούντιοϲ, Ἱεριχούντιοϲ, τρεπομένου δὲ εἰϲ ϲ καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἀλιμούϲιοϲ, Φηγούϲιοϲ. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαιρέτῳ τοῦ πρωτοτύπου, ὅπερ Ἀττικοὶ φιλοῦϲι. παῤ αὐτοῖϲ γὰρ οὐ λέγεται Ἀγνόειϲ ἢ Φηγόειϲ ἢ Μυρρινόειϲ. ὅθεν οὐδὲ διὰ τοῦ τ λέγεται Ϲιμούντιοϲ, ἀλλὰ διὰ τοῦ ϲ μετὰ τῆϲ ὑφέϲεωϲ τοῦ ν. τὸ δὲ Ϲιμοῦϲ Ϲιμόειϲ διαιρεῖται καὶ Ὀποῦϲ Ὀπόειϲ. τάχα δὲ καὶ τὰ δοκοῦντα διαιρειϲθαι κυριώτερα καθέϲτηκεν, ὅθεν μετὰ τοῦ τ λέγεται Ϲιμούντιοϲ. οὐ γὰρ Ἀττικὰ ταῦτα.