# Περὶ παρωνύμων 2.304-318

Aelius Herodianus, Περὶ παρωνύμων, 2.304 to 2.318. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.304

Ἀδρανόν πόλιϲ Ϲικελίαϲ. λέγεται καὶ ἀρϲενικῶϲ. ὁ πολίτηϲ Ἀδράνιοϲ. Ἀπολλόδωροϲ δὲ Ἀδρανίταϲ φηϲὶ τὸ ἐθνικόν. Αἰγίλιψ. τὸ ἐθνικὸν Αἰγιλίπιοϲ ὡϲ Κίνυφοϲ Κινύφιοϲ, Ἄραβοϲ Ἀράβιοϲ, Φρυγόϲ Φρύγιοϲ καὶ τῶν ὁμοίων. Αἴγυπτοϲ. τὸ ἐθνικὸν Αἰγύπτιοϲ. ὡϲ ἔχει τὸ ἰαμβεῖον «δεινοὶ πλέκειν τοι μηχανὰϲ Αἰγύπτιοι». Ἀκέληϲ, Ἀκέλητοϲ πόλιϲ Λυδίαϲ. οἱ πολῖται Ἀκέλητεϲ. Ἥρωδιανὸϲ δ᾿ Ἀκελήϲιόϲ φηϲιν ὡϲ Μενδήϲιοϲ. Ἀκυληΐα πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Ἀκυλήϊοϲ ὡϲ Μεϲϲαπία Μεϲϲάπιοϲ, Λευτερνία Λευτέρνιοϲ καὶ Λυκία Λύκιοϲ. λέγεται καὶ Ἀκυλεήϲιοϲ Ἰταλικῷ τύπῳ. Ἀμάρυνθοϲ νῆϲοϲ Εὐβοίαϲ. τὸ ἐθνικὸν Ἀμαρύνθιοϲ καὶ Ἀμαρύϲιοϲ ὡϲ Τρικορύϲιοϲ. οὕτω γὰρ Παυϲανίαϲ ἐν πρώτῃ (31, 5). ἀναλογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ ϲ. Ἄμφρυϲοϲ πόλιϲ Φωκίδοϲ. τὸ ἐθνικὸν Ἀμφρύϲιοϲ, ὡϲ Λυκόφρων (v. 900) «Ἀμφρυϲίων ϲκηπτοῦχον Εὐρυαμπίων». ἔϲτι καὶ Ἀμφρυϲεύϲ. Ἀναγυροῦϲ δῆμοϲ. ὁ δημότηϲ Ἀναγυρουντόθεν· λέγεται καὶ Ἀναγυράϲιοϲ. ἐζήτηται δὲ πῶϲ ἔχει τὸ α, ἔδει γὰρ ὡϲ Ῥαμνούϲιοϲ. ἀλλ᾿ ἔοικε τὸ ρ αἴτιον εἶναι, φιληδοῦν τῇ ϲυντόξει τοῦ α. Ἀπαιϲόϲ. Παῖϲοϲ πόλιϲ τῆϲ Δαυνίαϲ, ἧϲ τὸ ἐθνικὸν Παίϲιοϲ ὡϲ Ῥωϲοῦ Ῥώϲιοϲ ἢ ὅπερ ἄμεινον Παιϲῖνοϲ, διὰ τοῦ ι καὶ προπεριϲπωμένωϲ τῷ ἔθει τῆϲ χώραϲ. τῆϲ δὲ Ἀπαιϲόϲ πόλεωϲ κατὰ τὴν Τρωάδα Ἀπαιϲηνόϲ. Ἀρία Περϲικὴ χώρα ὡϲ Ἑλλάνικοϲ. τὸ ἐθνικὸν Ἄριοι, ὡϲ αὐτόϲ φηϲι, καὶ Ἀλριεύϲ. Ἀρμενία χώρα. οἱ οἰκήτορεϲ Ἀρμένιοι ὡϲ Εὔδοξοϲ πρώτῃ γῆϲ περιόδου «Ἀρμένιοι δὲ τὸ μὲν γένοϲ ἐκ Φρυγίαϲ καὶ τῇ φωνῇ πολλὰ φρυγίζουϲι. παρέχονται δὲ λίθον τὴν γλύφουϲαν καὶ τρυπῶϲαν τὰϲ ϲφραγῖδαϲ». καὶ Ἀρμενία τὸ θηλυκὸν παρὰ Ξενοφῶντι. Ἄϲβωτοϲ πόλιϲ Θεϲϲαλίαϲ. τὸ ἐθνικὸν Ἀϲβώτιοϲ. Εὐφορίων Θρᾳκί τὸν μὲν ἄῤ ἐκ φλοίϲβου Ἀϲβώτιοι ὦκα φέροντεϲ ὑϲτάτιον ῥώϲαντο κονιϲαλέῃϲιν ἐθείραιϲ ἵπποι καλὰ νάουϲαν ἐπορνύμενοι Φυϲάδειαν. περὶ τῶν ἵππων Ἀμφιαράου. Ἄϲπενδοϲ. ὁ πολίτηϲ Ἀϲπένδιοϲ. Θεόπομποϲ τετάρτη Ἑλληνικῶν «ἀποτυχὼν δὲ τῶν Ἀϲπενδίων». Ἀϲϲηϲόϲ πόλιϲ Μιληϲίαϲ γῆϲ. ὁ οἰκήτωρ Ἀϲϲήϲιοϲ. καὶ Ἀϲϲηϲία Ἀθηνᾶ παῤ Ἡροδότῳ (Ι 19). Αὐενιών πόλιϲ Μαϲϲαλίαϲ. τὸ ἐθνικὸν Αὐενιωνήϲιοϲ τῷ ἐπιχωρίῳ καὶ Αὐενιωνίτηϲ τῷ Ἕλληνι τύπῳ.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
