Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.32
Not analysed yet
Theogn. 52, 22, E. M. 7, 42 et 198, 54: τὰ ἀπὸ τῶν εἰϲ α ἢ η ἢ εἰϲ οϲ παραγόμενα προπεριϲπᾶται ὥρα ὡραῖοϲ, θύρα θυραῖοϲ, Πέλλα Πελλαῖοϲ, ὕλη ὑλαῖοϲ, πύλη πυλαῖοϲ, ἀγέλη ἀγελαῖοϲ τὸ δὲ Ἀγέλαιοϲ κύριον προπαροξύνεται δρόμοϲ δρομαῖοϲ. τὸ δὲ φύλαιοϲ καὶ δείλαιοϲ προπαροξύνονται καὶ τὸ δίκαιοϲ δὲ καὶ βίαιοϲ προπαροξύνονται, ἐπειδὴ τὰ ἀπὸ θηλυκῶν παραγόμενα καὶ τὸ ῑ ἐν τῇ ἀρχῇ ἔχοντα προπαροξύνεϲθαι θέλει.