Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.338
Not analysed yet
Δυρράχιον πόλιϲ Ἰλλυρική. λέγεται καὶ ἡ χώρα τῆϲ Ἰλλυρίαϲ Δυρραχία. Εὐφορίων «ἄϲτεα Δυρραχίηϲ τε καὶ ἔθνεα Ταυλαντίνων». καὶ δῆλον ὅτι Δυρράχιοϲ τὸ τούτου ἀρϲενικόν, ὡϲ τοῦ Ἀνακτόριον τὸ Ἀνακτόριοϲ, Βυζάντιον Βυζάντιοϲ, Θούριον Θούριοϲ, Κούριον Κούριοϲ. ὅμωϲ δὲ νῦν Δυρραχηνοί λέγονται. οὕτω γὰρ καὶ Βάλακροϲ ἐν Μλακεδονικοῖϲ φηϲι «καὶ τούτων αἱ πόλειϲ Δυρραχηνοῖϲ τε καὶ Ἀπολλωνιάταιϲ ἐπιδιῄρηνται». καὶ Ἑρέννιοϲ Φίλων ἐν τοῖϲ Ἰατρικοῖϲ «Ἀϲκληπιάδηϲ ἀκουϲτὰϲ ἔϲχε Τίτον Αὐφίδιον Ϲικελὸν καὶ Φιλωνίδην Δυρραχηνὸν καὶ Νίκωνα Ἀκραγαντῖνον». καὶ πάλιν «Φιλωνίδηϲ δὲ ὁ Δυρραχηνὸϲ ἤκουϲε μὲν Ἀϲκληπιάδου, ἰατρεύϲαϲ δὲ ἐν τῇ πατρίδι ἐνδόξωϲ ϲυνετάξατο βιβλία με΄».