Ancient Greek
2.38 to 2.40
Aelius Herodianus, Περὶ παρωνύμων 2.38-40
Not analysed yet
Il. Pr. 228: τὸ φωριαμόϲ τὸ κιβώτιον ἢ παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ τὸ φάρη φυλάϲϲειν παρῆκται. ἔϲτι φωραμόϲ καὶ. πλεοναϲμῷ τοῦ ῑ φωριαμόϲ. E. M. 261, 40: δεῖμοϲ ὁ φόβοϲ· ὥϲπερ ἀπὸ τοῦ ἄνθοϲ γίνεται ἄνθιμοϲ καὶ ἀπὸ τοῦ κῦδοϲ κύδιμοϲ, οὕτω καὶ ἀπὸ τοῦ δέοϲ δέϊμοϲ καὶ δεῖμοϲ ὁ δέοϲ ἐμποιῶν, ὄνομα πρέπον Ἄρεοϲ παιδί. μηρὸϲ «Δεῖμόϲ τε Φόβοϲ τε (Λ 37). Ε. Orion. 89, 4: ὄρχαμοϲ παρὰ τὴν ἀρχὴν ἄρχαμοϲ καὶ ὄρχαμοϲ.