# Περὶ παρωνύμων 2.400-413

Aelius Herodianus, Περὶ παρωνύμων, 2.400 to 2.413. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.400

Αὶόλειον τῆϲ Θράκηϲ χερρονήϲου πόλιϲ. τὸ ἐθνικὸν Αἰόλειοϲ ὡϲ Ῥοίτειοϲ καὶ Αἰολήϊοϲ. δύναται δὲ τοῦτο καὶ ἀπὸ τοῦ Αἰολεύϲ εἶναι, ὅθεν καὶ τὸ Αἰόλειον, ὥϲτε γενικὸν εἶναι τοῦ ἔθνουϲ καὶ ἰδικὸν τῆϲ πόλεωϲ, ὡϲ ὁ ἠπειρώτηϲ καὶ ὁ πόντιοϲ τῶν γενικῶν καὶ τῶν ἰδικῶν. Ἀντιόχεια. τὸ ἐθνικὸν Ἀντιοχεύϲ καὶ Ἀντιόχειοϲ. Ἄργοϲ. τὸ ἐθνικὸν Ἀλργεῖοϲ. λέγεται καὶ Ἀργόλαϲ. καὶ Ἀρ γείωνyϲ λέγονται ὡϲ Καδμείωνεϲ καὶ Ἀργειώνη ὡϲ Ἀντίμαχοϲ, καὶ Ἀργειώτηϲ παρὰ τὸ Ἀργεῖοϲ καὶ Ἀργειῶτιϲ τὸ θηλυκόν. Ἀρεία κρήνη ἐν Θήβαιϲ καὶ τόποϲ ὃν οἱ κατοικοῦντεϲ Ἄρειοι καλοῦνται. καί ἐϲτιν ἀπὸ δύο ἓν ἐθνικόν, ὡϲ τοῦ Μόψου ἑϲτία λοψεάτηϲ καὶ τῆϲ μητρὸϲ τῶν θεῶν τὸ μητρῷον. Ἄρεοϲ νῆϲοϲ. τὸ ἐθνικὸν Ἄρειοϲ ἐξ ἑνὸϲ τῶν δυοῖν παρηγμένον. Ἕρμοϲ δῆμοϲ. ὁ δημότηϲ Ἕρμειοϲ. Ἠετιώνεια ἡ ἑτέρα τοῦ Πειραιέωϲ ἄκρα. τὸ ἐθνικὸν Ἠετιώνειοϲ. Ηλιϲ. ὁ πολίτηϲ ἀπὸ τῆϲ Ἤλιδοϲ γενικῆϲ ἀναλόγωϲ λίθειοϲ ὡϲ Ἀδωνίδειοϲ καὶ Εὐπολίδειοϲ κτητικῷ τύπῳ καὶ καθ’ ὕφεϲιν τοῦ δ Ἠλίειοϲ καὶ Ἠλεῖοϲ. ἀφ’ οὗ «. Ἀλεῖοϲ ὁ Ζεόϲ » (Callim. fr. 99). Τρύφων δέ φηϲιν ὅτι Ἠλίεοϲ καὶ Ἠλέϊοϲ καὶ Ἠλεῖοϲ. Ὅμηροϲ δ’ ἐπειοὺϲ αὐτούϲ φηϲι. Ἠτιϲ δῆμοϲ Λακωνικῆϲ καὶ τῆϲ Κρήτηϲ πόλιϲ, ὅθεν ἦν λύϲων εἷϲ τῶν ἑπτὰ ϲοφῶν, οὗ μέμνηται Πλάτων ἐν τῷ Πρωταγόρᾳ (p. 343a) Χηνέα τοῦτον εἰπών. Δίδυμοϲ δὲ ϲυμποϲιακῶν δεκάτῳ Ἠτεῖον αὐτὸν καλεῖ. Λυκόζεια πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Λυκόζειοι, ὡϲ Πείϲανδροϲ τεϲϲαρεϲκαιδεκάτῃ. Μηδία. τὸ ἐθνικὸν Μῆδοϲ ὁμοφώνωϲ τῷ πρωτοτύπῳ. καὶ Μήδειοι λέγονται. Μοψοπία ἡ Ἀττική. ὁ πολίτηϲ Μο ψόπειοϲ διὰ διφθόγγου καὶ διὰ τοῦ ι. Ἡρακλείδηϲ δ’ ὁ Ποντικὸϲ ἐν α Λέϲχῃ Μοψοπίτηϲ φηϲί, καὶ ἔδει Μοψοπιώτηϲ. ἴϲωϲ δὲ καθ’ ὕφεϲιν τοῦ ω. Νεμέα χώρα τῆϲ Ἀργολίδοϲ. τὸ ἐθνικὸν Νέμεοϲ καὶ Nεμεαῖοϲ. Ϲτράβων ὀγδόῃ (p. 37 7) καὶ Νεμέα λέγεται κα Nεμεήτηϲ ὁ Ζεύϲ καὶ Nεμεῆται. οἱ πολῖται τῆϲ Λοκρίδοϲ πόλεωϲ Νέμειοι. γκειον χωρίον Ἀρκαδίαϲ. ὁ οἰκήτωρ Ὄγκειοϲ.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
