Ancient Greek
2.414 to 2.422
Aelius Herodianus, Περὶ παρωνύμων 2.414-422
Not analysed yet
Ϲίγειον πόλιϲ Τρῳάδοϲ. ὁ πολίτηϲ Ϲιγειεύϲ. ἔϲτι καὶ ἄλλο ἐθικὸν Ϲίγειοϲ. Περὶ τῶν εἰϲ υοϲ. Δίρφυϲ ὄροϲ Εὐβοίαϲ. τὸ ἐθνικὸν Δίρφυοϲ καὶ Διρφύα ἡ Ἥρα τιμᾶται. Περὶ τῶν εἰϲ ωοϲ. Ἄθωϲ ὄροϲ. τὸ τοπικὸν Ἄθωοϲ χωρὶϲ τοῦ ῑ καὶ Ἀθώουϲ τοὺϲ ἐνοικοῦνταϲ, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπεριϲπᾶται καὶ διὰ τοῦ ῑ ἐκ τῆϲ θῳῆϲ. ἔϲτι καὶ Ἄθωϲ πόλιϲ ἐπὶ τῷ Ἄθῳ. ὁ πολίτηϲ Ἀθωΐτηϲ. Γέλα πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Γελῶοϲ, οὐ Γελοῖοϲ, ὡϲ Ἄβρων καὶ ἡ ϲυνήθεια. καὶ ἴϲωϲ ἀπὸ τοῦ γέλωϲ τὸ Γελῶοϲ. ἐλβώ νῆϲοϲ. τὸ ἐθνικὸν Ἐλβῷοϲ ὡϲ Ϲαρδῷοϲ. Ηρώ πόλιϲ Αἰγυπτία. ὁ πολίτηϲ Ἡρῷοϲ ὡϲ Κῷοϲ. Κῶϲ. τῆϲ Κῶ μονοϲυλλάβου Κῷοϲ καὶ Κώϊοϲ ὡϲ Μινῷοϲ. Λῶϲ νῆϲοϲ περὶ Θεϲϲαλίαν. Λῷοϲ ὁ νηϲιώτηϲ. Πυθῶ ἡ τοῦ Ἀπόλλωνοϲ πόλιϲ. τὸ ἐθνικὸν Πυθῷοϲ ὡϲ Λητώ Λητῷοϲ καὶ Πόθιοϲ. καὶ παρὰ τὴν Πυθώ Πυθεύϲ ὡϲ ενυώ ἐνυεύϲ. καὶ Πυθαιεύϲ καὶ Πυθαεύϲ ὡϲ Κρηταεύϲ. Περὶ τῶν εἰϲ ανοϲ.