Ancient Greek
2.424 to 2.440
Aelius Herodianus, Περὶ παρωνύμων 2.424-440
Not analysed yet
Ἄμαϲτριϲ πόλιϲ Παφλαγονίαϲ. τὸ ἐθνικὸν Ἀμαϲτριανόϲ. Ϲτράβων δωδεκάτῃ (p. 545) «πλείϲτη δὲ καὶ ἀρίϲτη φύεται πύξοϲ κατὰ τὴν Ἀμαϲτριανήν καὶ μάλιϲτα περὶ τὸ Κύτωρον ». ὡϲ Κάλλατιϲ Καλλάτιοϲ Καλλατιανόϲ καὶ Φᾶϲιϲ πόλιϲ Φϲιανόϲ καὶ Ϲάρδιϲ Ϲαρδιανόϲ. τὰ γὰρ τοιαῦτα ἢ ἀπὸ τῶν εἰϲ οϲ εὐθειῶν ὡϲ Βάκτριοϲ Βακτριανόϲ ἢ ἀπὸ τῶν εἰϲ οϲ γενικῶν. Ἀργυρίππα πόλιϲ τῆϲ Δαυνίαϲ. τὸ ἐθνικὸν Ἀργυριππανόϲ. Ϲτράβων Ἀργυριππηνόϲ φηϲιν. Ἄτελλα πόλιϲ Ὀπικῶν Ἰταλίαϲ. τὸ ἐθνικὸν οὐκ Ἀτελλαῖοϲ ὡϲ Ἀγυλλαῖοϲ, ἀλλὰ Ἀτελλανόϲ, ὡϲ Πολόβιοϲ ἐνάτῃ «Ἀτελλανοὶ παρέδοϲαν αὑτούϲ». Ἀτρία πόλιϲ Τυρρηνίαϲ. τὸ ἐθνικὸν Ἀτριανόϲ καὶ Ἀτριεύϲ καὶ Ἀτριάτηϲ. ἄμεινον δὲ τὸ πρῶτον. ϲυνήθηϲ γὰρ Ἰταλῶν ὁ τύποϲ ὁ διὰ τοῦ ανοϲ. Αὕγουϲται πόλειϲ ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. οἱ πολῖται Αὐγουϲτιανοί. Φλέγων ἐν Ὀλυμπιάδων ή . Βέλιτρα πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Βελιτρανόϲ τῷ ἔθει τῆϲ χώραϲ. Βρεττία νῆϲοϲ ἐν τῷ Ἀδρίᾳ. τὸ ἐθνικὸν ἔδει Βρεττίαν όϲ ὡϲ Πολύβιοϲ τὸ θηλυκὸν «ἐπὶ Βρεττιανὴν τόπων». νῦν δὲ Βρέττιοι λέγονται. Ἐχέτρα πόλιϲ Ἰταλίαϲ. ὁ πολίτηϲ Ἐχετρανόϲ. Διονύϲιοϲ δεκάτῳ τῆϲ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Καληϲία πόλιϲ Αὐϲονική. τὸ ἐθνικὸν Καληϲιανόϲ ὡϲ Διονύϲιοϲ. Κάλλατιϲ πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου. ὁ πολίτηϲ Καλ λατιανόϲ ὡϲ Τραλλιανόϲ Ϲαρδιανόϲ. ἔοικε δ’ εἶναι ἀπὸ τοῦ Κολλατία ὡϲ Ὀλβιανόϲ, εἰ μὴ ἀπὸ τῆϲ Ἰωνικῆϲ γενικῆϲ γέγονε τῆϲ Καλλάτιοϲ. Κορίολλα πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Κοριολλανόϲ κατὰ πρόϲθεϲιν τῆϲ ν οϲ ὡϲ Μύρλεια Μυρλεανόϲ καθ’ ὕφεϲιν τοῦ ῑ. Μάντυα πόλιϲ Ῥωμαίων. τὸ ἐθνικὸν Μαντυανόϲ. Πολύβιοϲ ἑκ:καιδεκάτῳ. Μαϲϲία χώρα παρακειμένη τοῖϲ Ταρτηϲϲίοιϲ. τὸ ἐθνικὸν Μαϲϲιανόϲ. Θεόπομποϲ τεϲϲαρακοϲτῷ τρίτῳ. Μαϲτία πόλιϲ. Μαϲτιανόϲ ἔθνοϲ πρὸϲ ταῖϲ Ἡρακλείαιϲ ϲτήλαιϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. Μύρλεια πόλιϲ Βιθυνίαϲ. ὁ πολίτηϲ Μυρλεανόϲ. Ϲτράβων δὲ (XII p. 551) Μυρλεᾶτιν καλεῖ τὴν χώραν, ἴϲωϲ ἀπὸ τοῦ Μυρλεάτηϲ. Nωμεντόϲ πόλιϲ οὐ πόρρω Ῥώμηϲ. τὸ ἐθνικὸν Νωμεντανόϲ. Διονύϲιοϲ ἐν δευτέρῳ Ῥωμαικῆϲ ἀρχαιολογίαϲ. Ὀκρίκολα πόλιϲ Τυρρηνῶν. τὸ ἐθνικὸν Ὀκρικολανόϲ, ὡϲ Διονύϲιοϲ. Ϲατρία πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Ϲατριανόϲ, ὡϲ Διονύϲιοϲ.