# Περὶ παρωνύμων 2.441-455

Aelius Herodianus, Περὶ παρωνύμων, 2.441 to 2.455. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.441

Ϲκίδροϲ πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Ϲκιδρανόϲ, ὡϲ Λύκοϲ ἐν τῷ περὶ Ἀλξάνδρου. Ταῦροϲ ὄροϲ. τὸ ἐθνικὸν Ταυριανόϲ πλεοναϲμῷ τοῦ ῑ ὡϲ Ζυγιανόϲ. Τίνδιον πόλιϲ Λιβύηϲ. τὸ ἐθνικὸν Τινδανόϲ. ἐχρῆν δὲ Τινδιεύϲ ὡϲ Ϲουνιεύϲ. ἀλλὰ μᾶλλον ἀπὸ τοῦ Τίνδα Τινδανόϲ. τοῦ δὲ Τίνδα τὸ Τίνδιον. Φερέντιον πόλιϲ Ϲαυνιτῶν. τὸ ἐθνικὸν Φερεντανόϲ. λέγεται καὶ. Φερέντιοι, ὡϲ Διονύϲιοϲ ιζ τῆϲ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ. Φοῦνδα πόλιϲ Ἰταλίαϲ. οἱ πολῖται Φουνδανοί, Διονύϲιοϲ πεν τεκαιδεκάτῳ Ῥωμαικῆϲ ἀρχαιολογίαϲ. Φουρνίτα πόλιϲ Λιβύηϲ. οἱ οἰκήτορεϲ Φουρνιτανοί. Φλέγων ιε’ τῶν Ὀλυμπιάδων. Φρέγελλα πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Φρεγελλανόϲ ὡϲ Διονύϲιοϲ ιϛ′ τῆϲ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ καὶ ἄλλοι πλεῖϲτοι. Φρεντανόν πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Φρεντανοί. Ϲτράβων πέμπτῃ (p. 241). Ὠριϲία πόλιϲ Ἰβηρίαϲ. τὸ ἐθνικὸν Ὠριτανόϲ. Ἀρτεμίδωροϲ ἐν δευτέρῳ γεωγραφουμένων «ἀμφότεροι γὰρ κατοικοῦϲι τὴν παραλίαν καί τινα τῆϲ μεϲογείου, πρῶτον μὲν Ὠριτανοί, πόλειϲ δ’ ἐν αὐτοῖϲ εἰϲι μεγάλαι Ὀρϲία καὶ Καϲτάλων». Ὠϲτία πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν δύναται καὶ ϲτιανόϲ καὶ Ὠϲτιάτηϲ. ϲυνήθηϲ γὰρ ὁ τύποϲ τοῖϲ Ἰταλοῖϲ. Φλέγων δ’ Ὠϲτίουϲ αὐτοὺϲ καλεῖ λέγων «κπαρέλαβε δὲ τὴν Ὠϲτίων πόλιν ». Περὶ τῶν εἰϲ ηνοϲ. Ἀβαϲηνοί ἔθνοϲ Ἀραβίαϲ. ὁ τύποϲ ὀξὺϲ καὶ ἐπιχώριοϲ τοῖϲ Ἄραψιν ὡϲ Μηδαβηνοί, Ὀβοδηνοί, Ἀδριηνοί, ἀλλὰ καὶ τοῖϲ Ἀϲιανοῖϲ ἅπαϲιν, ὡϲ Ἀπολλώνιοϲ ὁ τεχνικὸϲ ἐν τῷ περὶ παρωνύμων φηϲί δι’ ἔθουϲ εἰϲὶ ταῦτα τοῖϲ ἐπὶ τῆϲ Ἀϲίαϲ κατοικοῦϲιν, ἀλλότρια δὲ τῶν Εὐρωπαίων. οὐ γὰρ ἀπὸ πόλεωϲ ἢ δήμου κατὰ τοῦτον ὠνόμαϲται τὸν τύπον». Ἀβρεττηνἤ χώρα Μυϲίαϲ. τὸ ἐθνικὸν Ἀβρεττηνόϲ, ὡϲ Ἀρριανόϲ φηϲιν. Ἄβυδοϲ. Τένεδοϲ Τενέδιοϲ καὶ Τενεδεύϲ καὶ Λέβεδοϲ Λεβέδιοϲ. τοῦ δὲ Ἄβυδοϲ Ἀβυδηνόϲ. ἴϲωϲ διὰ τὸ πληϲιόχωρον, Κυζικηνόϲ κά τὰ ὅμοια. Ἀγβάτανα. Ἀγβατανηνόϲ. τοῖϲ Πέρϲαιϲ γὰρ ϲυνήθηϲ ὁ τύποϲ. λέγουϲι γὰρ Καμβυϲηνούϲ, Παραιτακηνούϲ, Ϲωφηνούϲ· καθ’ Ἕλληναϲ δὲ Ἀγβατανεύϲ. Ἀμιϲόϲ πόλιϲ ἐν Πόντῳ. τὸ ἐθνικὸν Ἀμιϲηνόϲ. λέγεται καὶ Ἀμίϲιοϲ, ὡϲ Φίλων ἐν τῷ περὶ πόλεων.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
