# Περὶ παρωνύμων 2.456-470

Aelius Herodianus, Περὶ παρωνύμων, 2.456 to 2.470. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.456

Ἀρτάκη πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Ἀρτακηνόϲ. Ϲοφοκλῆϲ δὲ ἀπὸ τοῦ Ἀρτακεύϲ εἶπε «τί μέλλετ’ Αρτακῆϲ τε καὶ Περκώϲιοι;» καὶ Ἀρτάκιοϲ εἶπε Δημοϲθένηϲ ἐν ἐνάτῳ Βιθυνιακῶν «νάϲϲατο δ’ Ἀλρτακίοιϲιν ἐφέϲτιοϲ αἰγιαλοῖϲιν ». Ἀρτεμίτα νῆϲοϲ Τυρρηνική. τὸ ἐθνικὸν Ἀρτεμιτηνόϲ. Ἀπολ λόδωροϲ δ’ Ἀρταμιτηνόϲ φηϲι διὰ τοῦ α. ἔϲτι καὶ πληϲίον τῶν Ὀξειῶν νήϲων νῆϲοϲ Ἀρτεμίτα. τὸ ἐθνικὸν τὸ αὐτό, ἢ Ἀρτεμιταῖοϲ διὰ τὸ τὸν τύπον τοῖϲ Πέρϲαιϲ ἀναλογεῖν. Ἀϲτακόϲ πόλιϲ Βιθυνίαϲ. τὸ ἐθνικὸν Ἀϲτακηνόϲ ὡϲ Ῥυνδακηνόϲ Πριαπηνόϲ καὶ Ἀϲτάκιοϲ καὶ Ἀϲτακία, ἀφ’ οὗ Ἀϲτακιεύϲ ὡϲ Οἰχαλία Οἰχαλιεύϲ καὶ Ἀϲτακιήτηϲ. Βάργαϲα πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Βαργαϲηνόϲ, ὡϲ Ἀπολλώνιοϲ Καρικῶν ἑκκαιδεκάτῳ, ὡϲ Ἔδεϲϲα Ἐδεϲϲηνόϲ, Γεραϲηνόϲ, Ἐμεϲηνόϲ. Βόρϲιππα πόλιϲ Χαλδαίων. οἱ πολῖται Βορϲιππηνοί. Ἀρριανὸϲ δὲ Βορϲιππεῖϲ αὐτούϲ φηϲιν. Βότρυϲ πόλιϲ Φοινίκηϲ. ὁ πολίτηϲ Βοτρυηνόϲ, ὡϲ Παυϲανίαϲ, παραλόγωϲ. ἀπὸ γὰρ γενικῆϲ καθαρευούϲηϲ τὸ η ἔχει πρὸ τέλουϲ, ὀφεῖλον τὸ ὡϲ Ὀλβιανόϲ Καρδιανόϲ. Γόβα πόλιϲ Γαλιλαίαϲ. τὸ έθνικὸν Γ αβαηνόϲ ὡϲ ἰώϲηποϲ(Α.I.V 11). Γάββα πόλιϲ Ϲυρίαϲ. τὸ ἐθνικὸν Γαββηνόϲ, ὡϲ Παυϲανίαϲ φηϲί. Γάγγρα πόλιϲ Παφλαγονίαϲ. τὸ ἐθνικὸν Γ αγγρηνόϲ ὡϲ Βοϲτρηνόϲ. ἔϲτι καὶ Ἀραβίαϲ τῆϲ εὐδαίμονοϲ Γάγγρα. τὸ ἐθνικὸν δεῖ Γαγγραῖοι ὡϲ Ϲαβαῖοι. δυνατὸν δὲ καὶ ἀμφοτέρων ἀμφότερα, ὡϲ Ἔδεϲϲα Ἐδεϲϲαῖοϲ καὶ Ἐδεϲϲηνόϲ, τῷ τῆϲ χώραϲ καὶ τῆϲ τέχνηϲ. Δῖον πόλιϲ Εὐβοίαϲ. τὸ ἐθνικὸν Διηvόϲ, ὡϲ δηλοῖ τὸ ἐπίγραμμ νᾶμα τὸ Διηνὸν γλυκερὸν ποτόν, ἠνιδὲ πίῃϲ, παύϲει μὲν δίψηϲ, εὐθὺ δὲ καὶ βιότου. Δούμαθα πόλιϲ Ἀραβίαϲ. ὁ πολίτηϲ Δουμαθηνόϲ, ὡϲ Γλαῦκοϲ ἐν β’ Ἀραβικῆϲ ἀρχαιολογίαϲ. Ἕδεϲϲα πόλιϲ Ϲυρίαϲ. τὸ ἐθνικὸν κατὰ μὲν τοὺϲ ἐγχωρίουϲ Ἐδεϲ ϲηνόϲ, παρὰ δὲ πλείοϲιν Ἐδεϲϲαῖοϲ. Ζεβέκη πόλιϲ τῆϲ Γαλιλαίαϲ. τὸ ἐθνικὸν Ζεβεκηνόϲ, ὡϲ Ἰώϲηποϲ (A. I. V 2). Ζόαρα φρούριον ἐν Παλαιϲτίνῃ. οἱ πολῖται τοῦ χωρίου Ζοαρη νοί διὰ τὸν ἐγχώριον τύπον καὶ Ζοαρᾶται. οἱ γὰρ δύο τύποι Ἀράβιοι. Κορομάνη πόλιϲ Περϲική. τὸ ἐθνικὸν Κορομανηνόϲ διὰ τὸν τύπον τῶν Περϲῶν. Παραιτακηνοί γὰρ τῆϲ Παραιτάκηϲ.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
