# Περὶ παρωνύμων 2.498-505

Aelius Herodianus, Περὶ παρωνύμων, 2.498 to 2.505. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.498

Ἄδανα Κίλιϲϲα πόλιϲ, οὐδετέρωϲ. ὁ πολίτηϲ Ἀδανεύϲ ὡϲ Γάργαρα Γαργαρεύϲ, Τύανα Τυανεύϲ. ἔϲτι καὶ ἑτέρα πόλιϲ Ἀραβίαϲ. ὁ ταύτηϲ πολίτηϲ οὐ δύναται Ἀδανεύϲ εἶναι. οὐ γὰρ ὁ τύποϲ Ἀράβων, ἀλλὰ τῶν διὰ τοῦ α οὐδετέρων ὁ διὰ τοῦ ηνοϲ, Ζόαρα ζζοαρηνόϲ, Μήδαβα Μηδαβηνόϲ, Τάρφαρα Ταρφαρηνόϲ, Αὕαρα Αὐαρηνόϲ. οὕτωϲ καὶ Ἀδανηνόϲ. ἢ Ἀδανίτηϲ ὡϲ Ἀΐλανα Ἀιλανίτηϲ. Ἀδράϲτεια μεταξὺ Πριάπου καὶ τοῦ Παρίου. τὸ ἐθνικὸν Ἀδρα- ϲτεύϲ. οἱ δὲ ἐπιχώριοι Ἀδραϲτηνόϲ ὡϲ Κυζικηνόϲ φαϲι. Ἄδροττα οὐδετέρωϲ χωρίον ἐν Λυδίᾳ. οἱ οἰκήτορεϲ Ἀδροττεῖϲ. τῶν γὰρ εἰϲ α οὐδετέρων τὰ πολλὰ παρά τε τοῖϲ Λυδοῖϲκαὶ τὴν Καρίαν οἰκοῦϲι χαίρει τῇ εἰϲ ϲυϲ ἐπὶ τῶν ἐθνικῶν. δύναται καὶ Ἀδροττηνόϲ, καὶ γὰρ ὁ τύποϲ τῶν Ἀϲιανῶν. καὶ οὕτωϲ οἱ ἐπιχώριοι λέγουϲιν. Ἄθυμβρα πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Ἀθυμβρεύϲ τῷ λόγῳ τῶν Καρικῶν. Αἰγείρουϲα πόλιϲ τῆϲ Μεγαρίδοϲ. λέγεται καὶ Αἴγειροϲ. τὸ ἐθνικὸν Αλἰγειρεύϲ ὡϲ τῆϲ Φιλίππου Φιλιππεύϲ, Ταρϲοῦ Ταρϲεύϲ. τῆϲ δὲ Αἰγειρούϲηϲ Αἰγειρουϲαῖοϲ ὡϲ Ϲκοτουϲαῖοϲ ἢ Αἰγειρούϲιοϲ ὡϲ Πιτυούϲιοϲ. Αἴγιον πόλιϲ Ἀχαῖαϲ. ὁ πολίτηϲ Αἰγιεύϲ, ὡϲ ὁ χρηϲμόϲ « ὑμεῖϲ δ’ Αἰγιέεϲ οὔτε τρίτοι οὕτε τέταρτοι». Αἰγόϲθενα πόλιϲ Μεγαρίδοϲ, οὐδετέρωϲ. τὸ ἐθνικὸν ὤφειλεν Αιγοϲθενεύϲ ὡϲ λεγαρεύϲ. Πολύβιοϲ δὲ Αἰγοϲθενίτην φηϲὶν ὡϲ Γάβαλα Γαβαλίτηϲ. Αθαια πόλιϲ Λακωνικῆϲ. τὸ ἐθνικὸν Αἰθαιεύϲ, Θουκυδίδηϲ πρώτῃ (c. 101).

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
