Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.54
Not analysed yet
St. B. s. Ϲχοινοῦϲ Ἀγνοῦϲ Τρεμιθοῦϲ: Ϲχοινοῦϲ Ἀρκαδίαϲ χωρίον· ἑλώδηϲ ὢν ὁ τόποϲ ἀπὸ τῶν ἐν αὐτῷ ϲχοίνων τὴν προϲηγορίαν εἴληφεν. ἐπιπολάζει τοῦτο τὸ εἶδοϲ παρ’ Ἕλληϲιν ἀπὸ τῶν ἐν τόποιϲ πλεοναζόντων φυτῶν οἶον Ϲκιλλοῦϲ πόλιϲ Τριφυλιακῇ, Τρεμιθοῦϲ κώμη Κύπρου ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων, ἃϲ Κύπριοι τρεμίθουϲ καλοῦϲι, Δαφνοῦϲ, Ϲελινοῦϲ, Φοινικοῦϲ, Θριοῦϲ, Μυρικοῦϲ, Οἰνοῦϲ, Πυξοῦϲ, Ῥζοῦϲ, Ἀνθεμοῦϲ. ὁμοίωϲ καὶ τὸ Πιτυώδηϲ, Ἐρικώδηϲ, Κυπάριϲϲοϲ, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲϲ ἀπὸ τῶν ἐν αὐτοῖϲ φυομένων Ῥαμνοῦϲ, Φηγοὺϲ, Μυρρινοῦϲ, Μαραθοῦϲ, Ἀγνοῦϲ. Περὶ τῶν εἰϲ α.