Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.580
Not analysed yet
Ϲχοῖνοϲ χώρα τῆϲ Θηβαικῆϲ, καὶ Ϲχοινεύϲ ποταμὸϲ ἀπὸ Ϲχοινέωϲ τοῦ Ἀθάμαντοϲ. Τρύφων ἐν τῷ περὶ παρωνύμων ὦδέ φηϲι «κτὰ εἰϲ ὲυϲ λήγοντα παρώνυμα οὐδέποτε τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου μιᾷ πλεονάζει. ὁ γοῦν Φωκαεύϲ οὐ παρὰ τὸν Φῶκον γέγονε, παρὰ μέντοι τὴν Φώκαιαν, καὶ ὁ παρὰ Καλλιμάχῳ Ἐλλοπιεύϲ παρὰ τὴν λλοπίαν, οὐ παρὰ τὸν Ἔλλοπα. ὁ δὲ παραρρέων τὸν Ϲχοῖνον ποταμὸϲ Ϲχοινεύϲ καλεῖται ἤτοι παρὰ τοὺϲ ϲχοίνουϲ ἢ παρὰ τὸν Ϲχοινέα τὸν τῆϲ Ἀταλάντηϲ πατέρα». ὁ πολίτηϲ μέντοι Ϲχοινεύϲ (ὁ γὰρ ποταμὸϲ καὶ ὁ οἰκιϲτὴϲ Ϲχοινεύϲ) ὡϲ Ταρϲοῦ Ταρϲεύϲ.