# Περὶ παρωνύμων 2.581-595

Aelius Herodianus, Περὶ παρωνύμων, 2.581 to 2.595. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.581

Τάμυνα πόλιϲ Ἐρετρίαϲ. τὸ ἐθνικὸν Ταμυνεύϲ. λέγεται καὶ Ταμυναῖοϲ. οὕτω γὰρ ὁ Ζεὺϲ ἐν αὐτῇ τιμᾶται. Ταξίανα νῆϲοϲ τῆϲ Ϲουϲιανῆϲ. τὸ ἐθνικὸν Ταξιανεύϲ ὡϲ Ἀδανεύϲ ὀγδόῳ. τῷ τύπῳ τῆϲ χώραϲ Ταξιανην όϲ. Τελμιϲϲόϲ πόλιϲ Καρίαϲ. ὁ πολίτηϲ Τελμιϲϲεύϲ. καὶ δρᾶμα Ἀριϲτοφάνουϲ Τελμιϲϲεῖϲ. λέγεται καὶ τετραϲυλλάβωϲ Τελεμιϲϲεῖϲ ὡϲ οὐτόϲ «πῶϲ ἄν τιϲ ἂν οὖν, ἢ τί ποιήϲαϲ ὦ Τελεμιϲϲῆϲ;» καὶ πάλιν φέρε δὴ τοίνυν, ταῦθ’ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ’ , ὦ Τελεμιϲϲῆϲ;». καὶ Τελμίϲϲιοϲ ὡϲ Λυρνήϲϲιοϲ. Τέρμερα πόλιϲ Λυκίαϲ. ὁ πολίτηϲ Τερμερεύϲ. Ἡρόδοτοϲ δὲ Τερμίλαϲ αὐτοὺϲ καλεῖ ἐν τῷ πρώτῳ (c. 173). ὁ δὲ χρηϲμὸϲ ὁ περὶ αὐτῶν Τερμιλέαϲ αὐτούϲ φηϲι. Τετράπολιϲ τῆϲ Ἀττικῆϲ. οἱ οἰκήτορεϲ Τετραπολεῖϲ καὶ Τετραπολῖται, ὡϲ Φαβωρῖνοϲ ἐν πρώτῳ παντοδαπῆϲ ὕληϲ ϲτορικῆϲ. Τρεμίλη. ἡ Λυκία ἐκαλεῖτο οὕτωϲ. οἱ κατοικοῦντεϲ Τ ρεμιλεῖϲ. Ἀλεξανδροϲ κτελευτήϲαϲ τὰϲ δὲ τοὺϲ Τρεμιλέαϲ Λυκίοιϲ Βελλεροφόντηϲ μετωνόμαϲεν». Ἑκαταῖοϲ Τρεμίλαϲ αὐτοὺϲ καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν. Τρινακρία ἡ Ϲικελία. τὸ ἐθνικὸν Τριν ακριεύϲ. Κολλίμαχοϲ δ’ Αἰτίων α′ Τρινάκριον πόντον φηϲίν. Τρῳάϲ ἡ χώρα τοῦ Ἰλίου. τὸ ἐθνικὸν Τρῳαδεύϲ. «Ἡηϲίαναξ γραμματικόϲ, γράψαϲ περὶ τῆϲ Δημοκρίτου λέξεωϲ βιβλίον ἓν καὶ περὶ ποιητικῶν λέξεων. ἦν δὲ Τρῳαδεύϲ». Τυμνηϲϲόϲ πόλιϲ Καρίαϲ. ὁ πολίτηϲ Τυμνηϲϲεύϲ, ὡϲ Ἀλέξανδροϲ ἐν πρώτῳ Λυκιακῶν. 'Υδιϲϲόϲ πόλιϲ Καρίαϲ. ὁ πολίτηϲ Ὑδιϲϲεύϲ, ὡϲ Ἀπολλώνιόϲ φηϲιν. Ὑλλεῖϲ ἔθνοϲ Ἰλλυρικὸν ἀπὸ Πλλου τοῦ Ἡρακλέουϲ. ἔϲτι δ’ ὡϲ ῶκοϲ Φωκεύϲ, Αολοϲ Αἰολεύϲ, οὕτωϲ Ὑλλοϲ λλεύϲ. ἔϲτιν Ὑλλίϲ φυλὴ Ἄργουϲ καὶ Δωριέων καὶ Τροιζηνίων. ὁ φυλέτηϲ λλεύϲ. Χάραξ θ’ «καὶ Παμφύλιοι καὶ Ὑλλεῖϲ». Ὑπεραϲία πόλιϲ Ἀχαῖαϲ, ἧϲ τὸ ἐθνικὸν περαϲιεύϲ. Φλέγων κγ’ ὀλυμπιάδι καὶ Θεόπομποϲ. Φαναγόρεια πόλιϲ. τὸ ἐθνικὸν ἐχρῆν Φαναγορεύϲ ὡϲ Ἀλεξᾶνὀρεύϲ τῷ πλείονι λόγῳ. ἐκράτηϲε δ’ ὅμωϲ Φαναγορείτηϲ. Φιλαδέλφεια πόλιϲ Λυδίαϲ. ὁ πολίτηϲ Φιλαδελφεύϲ. τὸ δὲ Φιλαδελφηνόϲ ἐπιχώριον. οὕτω γὰρ Ἰώϲηποϲ κ’ τῆϲ Ἰουδαϊκῆϲ ἀρχαιολογίαϲ (c. 1). Φίλιπποι πόλιϲ Μακεδονίαϲ. ὁ πολίτηϲ Φιλιππεύϲ, Φιλιππηνόϲ δὲ παρὰ Πολυβίῳ.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
