Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.81
Not analysed yet
Τα εἰϲ δηϲ πατρωνυμικὰ ἢ τῷ ῑ παραλήγεται μόνῳ ἢ καὶ ἐν διφθόγγῳ ἢ τῷ α. εἰ μὲν οὖν ἀπὸ τῶν εἰϲ οϲ γενικῶν γένηται ἡ πατρωνυμία, τῷ ῑ μόνῳ παραλήγει ἐν βραχείᾳ, ὁποίαϲ ἂν εἴη καταλήξεωϲ, χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ευϲ καὶ ἀπὸ τῶν εἰϲ ηϲ οἷον Ἀγαμέμνονοϲ Ἀγαμεμνονίδηϲ, Νέϲτοροϲ Νεϲτορίδηϲ, Βίαντοϲ Βιαντίδηϲ. τὸ γὰρ Βιαντιάδηϲ πλεοναϲμῷ τοῦ α. καὶ παρὰ τὴν Δευκαλίωνοϲ γενικὴν καὶ Ἀνθεμίωνοϲ, ὤφειλε Δευκαλιωνίδηϲ καὶ Ἀνθεμιωνίδηϲ. ἀλλὰ ϲυγκοπὴν πέπονθε ἐν τῷ Δευκαλίδηϲ καὶ Ἀνθεμίδηϲ. ἢ ἀπὸ τοῦ Δεύκαλοϲ Δευκαλίδηϲ καὶ ἀπὸ τοῦ Ἄνθεμοϲ Ἀνθεμίδηϲ ὡϲ Κρόνοϲ Κρονίδηϲ Ὕλλοϲ Ὑλλίδηϲ. καὶ τὸ Χαλκωδοντιάδηϲ καὶ Τελαμωνιάδηϲ πλεοναϲμὸν ἔχει τοῦ α.