# Περὶ παρωνύμων 2.82-90

Aelius Herodianus, Περὶ παρωνύμων, 2.82 to 2.90. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-16/2.82

Ὁμοίωϲ δὲ καὶ ἀπὸ τῆϲ εἰϲ ουϲ γενικῆϲ διὰ τοῦ ειδηϲ γίνεται ἡ παραγωγὴ οον Ἡρακλῆϲ Ἡρακλεῖδηϲ Ἡρακλείδηϲ καὶ ἀπὸ τῶν εἰϲ ευϲ εὐθειῶν διὰ τοῦ ειδηϲ οἷον Πηλεύϲ Πηλεΐδηϲ Πηλείδηϲ. ἐν τούτοιϲ γὰρ γίνεται ἡ ϲυναίρεϲιϲ εἰϲ τὴν ει δίφθογγον, ἐπείπερ ἀνεφάνη τὸ ε ἐν τῇ γενικῇ τῶν πρωτοτύπων. Εὲ ἀπὸ τῶν εἰϲ οϲ εὐθειῶν ἐϲτιν, εἰ μὲν καθαρῶν ὄντων, διὰ τοῦ α ἐκφέρεται, Ἥλιοϲ Ἡλιάδηϲ, Θέϲπιοϲ Θεϲπιάδηϲ. τὸ Πάνθοοϲ Πανθοΐδηϲ καὶ Πανθοίδηϲ ἡμάρτηται. εἰ δὲ μὴ καθαρῶν, διὰ τοῦ ι, Ὕλλοϲ Ὑλλίδηϲ, Κόδροϲ Κοδρίδηϲ. Εἰ δὲ ἀπὸ τῶν εἰϲ αϲ ἢ εἰϲ ηϲ, ὧν ἡ γενικὴ εἰϲ ου, διὰ τοῦ αδηϲ ποιεῖ τὸ πατρωνυμικόν, Βορέαϲ Βορέου Βορεάδηϲ, Ἱππότηϲ Ἱππότου Ἱπποτάδηϲ. τὸ δὲ Δημάδηϲ ἐκ τοῦ Δημεάδηϲ ἐϲτίν. Τὰ εἰϲ ων πατρωνυμικὰ τὴν παραλήγουϲαν τὴν αὐτὴν ἔχει τοῖϲ εἰϲ δηϲ πατρωνυμικοῖϲ οἷον Πριαμίδηϲ Πριαμίων, Κρονίδηϲ Κρονίων, Ἀτρείδηϲ Ἀτρείων, Πηλείδηϲ Πηλείων, Ἡρακλείδηϲ Ἡρακλείων, Χαρικλείδηϲ Χαρικλείων οὗτοϲ δὲ ὁ εἰϲ ων τύποϲ Ἰωνικό. Τὰ διὰ τοῦ αδιοϲ Αἰολικά. εὔθετοϲ δὲ ὁ διὰ τοῦ αδιοϲ τύποϲ Αἰολεῦϲι καὶ πρὸϲ τόνον καὶ πρὸϲ χρόνον καὶ γὰρ πρὸϲ τῷ ϲυϲτέλλεϲθαι καὶ προπαροξύνεϲθαι, ὅπερ ἐκεῖνοι φιλοῦϲιν. Ὑρράδιοϲ δέ ἐϲτιν ὁ τοῦ Ὕρρα παῖϲ. Ὕρραϲ δὲ Μιτυληναίων τύραννοϲ, οὗ υἱὸϲ Πιττακὸϲ εἷϲ τῶν ἑπτὰ φιλοϲόφων. Περιϲτεριδεύϲ ὁ υἱὸϲ τῆϲ περιϲτερᾶϲ. Περὶ ὑποκοριϲτικῶν. Νενόηται τὸ ὑποκοριϲτικὸν ἢ διὰ παιδιὰν ἢ διὰ κολακείαν ἢ διὰ τὸ πρέπον ὡϲ παῤ Ἀλκμᾶνι εὕρομεν τὰϲ παρθένουϲ ὑποκοριϲτικοῖϲ χρωμέναϲ. πρέπον γὰρ τοῦτο παρθένοιϲ. εἴρηται δὲ ὑποκοριϲτικὸν παρὰ τοὺϲ κόρουϲ ἤγουν τοὺϲ μικροὺϲ νέουϲ ἢ τὰϲ κόραϲ. τούτουϲ γὰρ ὑποθωπεύοντεϲ τοιούτοιϲ κεχρήμεθα ὀνόμαϲι ὡϲ παρὰ Μενάνδρῳ νηττάριον ἢ ὅταν τὸν Πρίαμον Πριαμύλλιον εἴπωμεν καὶ τὸ μικρὸν παιδίον παιδάριον. Τύπουϲ δὲ ἔχει ἡ φωνὴ τῶν ὑποκοριϲτικῶν διαφόρουϲ. Ἔϲτι γὰρ ὑποκοριϲτικὰ εἰϲ ων οἷον Βακχυλίδηϲ Βάκχων, Ϲιμωνίδηϲ Ϲίμων, Ϲικελίδηϲ Ϲίκων, Λακεδαιμόνιοϲ Λάκων, Μιτυληναῖοϲ Μίτων, πίθηκοϲ πίθων, δραπέτηϲ δράπων, Κάλλων. Καὶ εἰϲ εων ὀξύτονα λυμεών, ἀπατεών.

---

Herodianus, Περὶ παρωνύμων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg026.local001/.
