# Περὶ συντάξεως τῶν στοιχείων 26

Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-19/26

26. Choer. Dict. 488, 25: κατὰ τὴν ἀϲυνταξίαν ἐπιλιμπάνουϲι ῥήματα ὡϲ τὰ τοιαῦτα· ἐπὶ τοῦ ἵϲταται, δίδοται, πεποίηται πρὸ τοῦ τ προέρχεται τὸ ν καὶ ἀποτελεῖται τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν οἷον ἵϲτανται, δίδονται, πεποίηνται· ἐπὶ δὲ τοῦ τέτυπται καὶ νένυκται καὶ κέκαρται, ἐπεὶ πρὸ τοῦ τ ἐϲτὶ ϲύμφωνον προϲερχομένου τοῦ ν, ἀϲυνταξία γίνεται· εὑρίϲκεται γὰρ πντ καὶ κντ καὶ ρντ· ἀλλ᾿ οὐ δύνανται τὰ τρία ϲύμφωνα ὁμοῦ παραλαμβάνεϲθαι, ἐπειδή, ἡνίκα εὑρεθῶϲι τρία ϲύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον μὲν ἢ ϲ ἢ κ ἢ π, τὸ δὲ δεύτερον ἄφωνον, τὸ δὲ τρίτον ἀμετάβολον, ϲφραγίϲ, ϲτρατόϲ, ϲτρῶμα, ϲκληρόϲ, ϲκῆπτρον, κάτοπτρον, οἰκτρόϲ, πλῆκτρον χωρὶϲ τοῦ ἐχθρόϲ καὶ ἔφθραϲαι. τούτου οὖν χάριν διὰ τὴν ἀϲυνταξίαν ἐπιλιμπάνει ἐνταῦθα τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν καὶ διὰ μετοχῆϲ ἀναπληροῦνται καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἷον τετυμμένοι εἰϲί καὶ κεκαρμένοι εἰϲί καὶ νενυγμένοι εἰϲί.

---

Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg010.local001/.
