# Περὶ συντάξεως τῶν στοιχείων 27

Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Section 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-19/27

27. Choer. 636 4 (E. M. 456, 12): ἰϲτέον ὅτι θρέφω καὶ θρέχω ὤφειλεν εἶναι ὁ ἐνεϲτώϲ, ἵνα ϲυνάρξηται τῷ θρέξω καὶ θρέψω μέλλοντι, ἀλλ᾿ ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων ὅτι τὸ ρ μετὰ δαϲέοϲ δαϲύ ἐϲτιν οἷον ἀφρόϲ, μετὰ δὲ τῶν ψιλῶν ψιλὸν οἷον κάπροϲ, Ἀτρεύϲ, κριόϲ, οὐδέποτε δὲ εὑρίϲκεται λέξιϲ διϲύλλαβοϲ ἐν χρήϲει ἀρχομένη ἀπὸ δύο δαϲέων τῆϲ δευτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ δαϲέοϲ — τοῦ γὰρ «ἀπέφθιθεν ἐϲθλοὶ ἑταῖροι» (ε 110) ὁ φθίθω ἐνεϲτὼϲ οὐχ εὑρίϲκεται ἐν χρήϲει — τούτου χάριν οὐκ ἐγίνοντο θρέφω καὶ θρέχω, ἀλλὰ τρέφω καὶ τρέχω, ἵνα μὴ εὑρεθῶϲιν ἀρχόμενα ἀπὸ δύο δαϲέων τῆϲ δευτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ δαϲέοϲ. ἐν δὲ τῷ μέλλοντι ἀποϲτάντοϲ τοῦ δαϲέοϲ φ καὶ χ τοῦ ὄντοϲ κατὰ τὴν δευτέραν ϲυλλαβὴν καὶ προϲελθόντοϲ τοῦ διπλοῦ εὐθέωϲ τὸ ὀφειλόμενον ἦλθε κατὰ τὴν ἄρχουϲαν καὶ γέγονε θρέψω καὶ θρέξω. Ὡϲαύτωϲ καὶ τὸ θρίξ ὀφεῖλον κατὰ τὴν γενικὴν εἶναι θριχόϲ, ἵνα φυλάξη τὴν ἄρχουϲαν τῆϲ εὐθείαϲ (θέλει γὰρ ἡ εὐθεῖα φυλάττεϲθαι καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον Λάχηϲ Λάχητοϲ, Πάριϲ Πάριδοϲ, Αἴαϲ Αἴαντοϲ), οὐκ ἐγένετο οὕτωϲ, ἀλλὰ τριχόϲ κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὲ τὸ τ, ἵνα μὴ εὑρεθῇ διϲύλλαβοϲ λέξιϲ ἀρχομένη ἀπὸ δύο δαϲέων, τῆϲ δευτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ δαϲέοϲ· ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν ἀποϲτάντοϲ τοῦ δαϲέοϲ τοῦ ὄντοϲ ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ καὶ προϲελθόντοϲ τοῦ διπλοῦ τοῦ ξ εὐθέωϲ τὸ ὀφειλόμενον θ προϲῆλθε κατὰ τὴν ἄρχουϲαν καὶ γέγονε θριξί.

---

Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg010.local001/.
