# Περι Καθολικης Προσῳδιας ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙϹ ᾱ ΘΗΛΥΚΩΝ ΟΝΟΜΑΤΩΝ.

Aelius Herodianus, Περι Καθολικης Προσῳδιας, ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙϹ ᾱ ΘΗΛΥΚΩΝ ΟΝΟΜΑΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-2/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%A4%CE%9F%CE%9D%CE%9F%CE%A5%20%CE%A4%CE%A9%CE%9D%20%CE%95%CE%99%CF%B9%20%E1%BE%B1%20%CE%98%CE%97%CE%9B%CE%A5%CE%9A%CE%A9%CE%9D%20%CE%9F%CE%9D%CE%9F%CE%9C%CE%91%CE%A4%CE%A9%CE%9D.

Γυρῇϲίν μιν πρῶτα Ποϲειδάων ἐπέλαϲϲεν,
πέτρῃϲιν μεγάλῃϲι
οἳ τὴν μὲν κυνόϲουραν ἐπίκληϲιν καλέουϲιν (Arat. Phaen. 36).
παρὰ δὲ κρήναϲ ἀρεθούϲαϲ
μυρία φῦλ’ ἐδονεῖτο πολυϲμήνοιϲι μελίϲϲαιϲ.
Ϲτεινώ τ’ Εὐρυάλη τε Μέδουϲά τε λυγρὰ παθοῦϲα
ἔϲτι δέ τιϲ προπάροιθε κλυτῆϲ Καλχηδόνοϲ ἄκρη
Ἤραια, τρήχουϲα, πολυϲπιλάϲ. ἔνδοθι δ’ αὐτῆϲ
λαΐνεον περὶ τεῖχοϲ ἰὼν κοιλαίνεται εἴϲω
κόλποϲ ἁλόϲ· φαίηϲ κεν ἰδὼν βαθυδινέα πάντῃ
ἔμμεναι, εἰαμενὴ δὲ καὶ οὐ βυθόϲ ἐϲτι θαλάϲϲηϲ.
ἔνθα τε νῆαϲ ἦγον, ὀϊόμενοι ϲκέπαϲ εἶναι
αὐτοφυοῦϲ ὅρμοιο, κακῷ δ’ ἐνέκυρϲαν ἑτοίμῳ.
νῆϲοϲ ἔπειτά τίϲ ἐϲτι πολυκλύϲτῳ ἐνὶ πόντῳ,
Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήϲκουϲιν.
ἡ πολλὰ δὴ Βούδειαν αἴθυιαν κόρην
ἀρωγὸν αὐδάξαϲα τάρροθον γάμων.
ἄνδρεϲ τοί ποτ’ ἔναιον ὑπὸ κροτάφοιϲ Ἑλικῶνοϲ,
λήματι τῶν αὐχεῖ Θεϲπιὰϲ εὐρύχοροϲ.
νυνὶ δ’ ὅταν λάβῃ τιϲ εἰϲ τὴν οἰκίαν
τὰϲ Ἱππονίκαϲ τᾶϲδε καὶ Ναυϲιϲτράταϲ
καὶ Ναυϲινίκαϲ, τὰϲ Ἀθηναίαϲ λέγω.
τῶν ἑπτὰ νήϲων, ἃϲ δέδειχεν ἡ φύϲιϲ
θνητοῖϲ μεγίϲταϲ, Ϲικελία μέν, ὡϲ λόγοϲ,
ἐϲτὶν μεγίϲτη, δευτέρα Ϲαρδώ, τρίτη
Κύρνοϲ. τετάρτη δ’ ἡ Διὸϲ Κρήτη τροφόϲ,
Εὔβοια πέμπτη ϲτενοφυήϲ, ἕκτη Κύπροϲ,
Λέϲβοϲ δὲ τάξιν ἑβδόμην λαχοῦϲ’ ἔχει.
οἱ δ’ ἀμφικλύϲτουϲ χοιράδαϲ Γυμνηϲίαϲ
ϲιϲυρνοδῦται καρκίνοι πεπλωκότεϲ
ἄχλαινον ἀμπρεύϲουϲι νήλιποι βίον.
ἡ δ’ ὑποκυϲαμένη Διΐ γείνατο τερπικεραύνῳ
υἷε δύω, Μάγνητα Μακεδόνα θ’ ἱππιοχάρμην,
οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ’ ἔναιον.
ἄγγειλον Παρίοιϲ, Τελεϲίκλεεϲ, ὥϲ ϲε κελεύω,
νήϲῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄϲτυ.
Τρινακίηϲ νήϲου, ἣν ἔκτιϲε Τρίνακοϲ ἥρωϲ,
υἱὸϲ ποντομέδοιο Ποϲειδάωνοϲ ἄνακτοϲ.

---

Aelius Herodianus, Περι Καθολικης Προσῳδιας, ed. Augustus Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg001.local001/.
