Ancient Greek
ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΠΙΡΡΗΜΑΤΩΝ ΚΑΙ ϹΥΝΔΕϹΜΩΜ.
Aelius Herodianus, Περι Καθολικης Προσῳδιας ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΠΙΡΡΗΜΑΤΩΝ ΚΑΙ ϹΥΝΔΕϹΜΩΜ.
Not analysed yet
ἁρμοῖ πὰρ Δαναὸν γῆϲ ἀπὸ βουγενέων (fr. 230)
ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸϲ ἴουλοϲ (fr. 44).
ᾇχι ὁ κλεινὸϲ
Ἀμφιτρυωνίδαϲ
Περὶ ϲυνδέϲμων.
Αἰδώϲ, Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέϲθαι
ἠὲ ϲαωθῆναι καὶ ἀπώϲαϲθαι κακὰ νηῶν »(O 502 et 503).
βούλομ’ ἐγὼ λαὸν ϲόον ἔμμεναι ἢ ἀπολέϲθαι (Α 117).
ἢ δολιχὴ νοῦϲοϲ ἢ Ἄρτεμιϲ ἰοχέαιρα (Οd. λ 172).
ἠὲ νέον μεθέπειϲ ἦ καὶ πατρώϊόϲ ἐϲϲι (α 175).
ἢ ὅγε φάϲγανον ὀξὺ ἐρυϲϲάμενοϲ παρὰ μηροῦ
τοὺϲ μὲν ἀναϲτήϲειεν, ὁ δ’ Ἀτρείδην ἐναρίζοι,
ἦε’ χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν (Α 190 τὸν 192).
ἦέ τι Μυρμιδόνεϲϲι πιφαύϲκεαι ἦ ἐμοὶ αὐτῷ;
ἦέ τιν’ ἀγγελίην Φθίηϲ ἐξ ἔκλυεϲ οἷοϲ (Π 12 et 13)
ἦε ϲύγ’ Ἀργείων ὀλοφύρεαι ὡϲ ὀλέκονται (Π 17).
Περιϲπῶϲι καὶ τὸν βεβαιωτικόν·
τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείραϲ
Ἀτρείδηϲι; ἦ οὐχ Ἑλένηϲ ἕνεκ’ ἠϋκόμοιο;
ἦ μοῦνοι φιλέουϲ’ ἀλόχουϲ μερόπων ἀνθρώπων
Ἀτρεῖδαι; (I 338—341.)
ἧ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμοϲ υἱόϲ (Ϲ 12),
ἧ μάλ’ ἐλαφρὸϲ ἀνήρ· ὡϲ ῥεῖα κυβιϲτᾷ (Π 745)
ἧ δὴ λοίγια ἔργα τάδ’ ἔϲϲεται (A 573).
ἐπεὶ ἧ φάτ’ ἄρ’ ἀϲφαλέϲ.
ἐπεὶ ἧ μάλα πολλὰ μεταξὺ
οὔρεά τε ϲκιόεντα (Α 156 et 157)
τί ἢ δὲ ϲὺ κήδεαι αὕτωϲ
Ἀργείων; (Ζ 55 et 56)
ἀλλὰ τί ἤ μοι ταῦτα φίλοϲ διελέξατο θυμόϲ; (Λ 407).