Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΕΙϹ υ̅ϲ̄ ΛΗΓΟΝΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΧΟΝΤΩΝ ΔΙΦΘΟΓΓΟΥϹ ΠΡΟ ΤΟΥ ϲ̄· ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΕΙϹ ω̅ϲ̄ ΚΑΙ ΕΙϹ ψ̄.
Aelius Herodianus, Περι Καθολικης Προσῳδιας ΠΕΡΙ ΤΩΝ ΕΙϹ υ̅ϲ̄ ΛΗΓΟΝΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΧΟΝΤΩΝ ΔΙΦΘΟΓΓΟΥϹ ΠΡΟ ΤΟΥ ϲ̄· ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΕΙϹ ω̅ϲ̄ ΚΑΙ ΕΙϹ ψ̄.
Not analysed yet
Φλιοῦϲ γὰρ πόλιϲ ἐϲτί, Διωνύϲου φίλοϲ υἱόϲ
Φλιοῦϲ, ἣν αὐτὸϲ δείματο λευκολόφοϲ.
καί τιϲ Ἄθω τόϲον ὕψοϲ ἰδὼν Θρήϊκοϲ ὑπ’ ἄϲτροιϲ
ἔκλυεν οὐ δηθέντοϲ ἀμετρήτῳ ὑπὸ λίμνῃ,
ὃϲ ἀναποῦν χείρεϲϲι δύο ῥίπτεϲκε βέλεμνα
ἠλιβάτου προθέλυμνα Καναϲτραίηϲ πάροϲ ἄκρηϲ.
αυτὰρ Ἁλιζώνων Ὁδίοϲ καὶ Ἐπίϲτροφοϲ ἡρχον
τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐϲτὶ γενέθλη.