# Περὶ τῶν εἰς μι 10.4

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/10.4

ἐπὶ τῶν εἰϲ μι ἐκ τοῦ μέλλοντοϲ κανονίζεται ἡ ἄρχουϲα τοῦ παρακειμένου. ἔϲτιν οὖν θήϲω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενοϲ διὰ τοῦ η ὥϲπερ ποιήϲω πεποίηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον γέγονε τέθεικα διὰ τῆϲ ει διφθόγγου ὥϲπερ ἥρωεϲ, εἴρωεϲ· οὕτωϲ δὲ καὶ ἐπεκράτηϲε γράφεϲθαι· ὁ μέντοι τέθειμαι παρακείμενοϲ παθητικὸϲ οὐ κατὰ Βοιωτοὺϲ ἔχει τὴν ει δίφθογγον, ὥϲπερ ὁ τέθεικα ἐνεργητικὸϲ παρακείμενοϲ· οὐδὲ γὰρ ἔχει ἐν τῇ παραληγούϲῃ τὸ η, ἵνα τραπῇ Βοιωτικῶϲ τὸ η εἰϲ τὴν ει δίφθογγον, ὥϲπερ ἐπὶ τοῦ τέθεικα, ἀλλ’ ἀπὸ τοῦ τέθεμαι ἀναλόγωϲ κατὰ πλεοναϲμὸν τοῦ ι γέγονε τέθειμαι. τούτων οὕτωϲ ἐχόντων, ἀπὸ τοῦ ἵϲτημι ϲτήϲω ὤφειλεν εἶναι ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἕϲτηκα διὰ τοῦ η, ἐπειδὴ καὶ ὁ μέλλων τὸ η ἔχει οἷον ϲτήϲω ὥϲπερ ποιήϲω πεποίηκα· οὐ λέγομεν δὲ οὕτωϲ ἀλλὰ ἕϲτακα διὰ τοῦ α. ἔϲτι δὲ εἰπεῖν τὴν ἀπολογίαν ταύτην ἔϲτιν ἑϲτήκω ὁ ἐνεϲτώϲ, ὅϲτιϲ φωνὴν μὲν ἔχει ἐνεργητικὴν, πάθοϲ δὲ ϲημαίνει (οὐδὲν γὰρ ϲημαίνει τὸ ἑϲτήκω ἄλλο Ι ἀλλά τὸ ἵϲταμαι ἐγώ), ἐξ οὗ ὁ μέλλων ἑϲτήξω καὶ τὸ ἀπαρέμφατονἑϲτήξειν, ὡϲ παρὰ Καλλιμάχῳ (Η. Ap. 15) ἑϲτήξειν δὲ τὸ τεῖχοϲ ἐπ’ ἀρχαίοιϲι θεμέθλοιϲ. τούτου τοῦ ἑϲτήκω ὁ μέϲοϲ παρακείμενοϲ ἕϲτηκά ἐϲτι, διὰ μὲν ϲυμφώνου τοῦ ἐνεϲτῶτοϲ ἀναλόγωϲ ἐκφερόμενοϲ (τοῦτο γὰρ ἴδιον τῶν μέϲων παρακειμένων), ἡμαρτημένοϲ δὲ κατὰ τὴν ἄρχουϲαν, καθὸ οὐκ ἐμεγεθύνθη χρονικῶϲ τὸ γὰρ ε διχῶϲ πέφυκε μεγεθύνεϲθαι· ἢ γὰρ διὰ τῆϲ προϲθήκηϲ τοῦ ι οἷον ἔχω εἶχον, ἕλκω (ἷλκον, διὰ τοῦ τρέπεϲθαι εἰϲ η οἷον ἐλεῶ ἠλέουν. ἵνα οὖν μὴ ϲυνεμπέϲῃ τῷ ἕϲτηκα μέϲῳ παρακειμένῳ, τῷ ὄντι ἀπὸ τοῦ ἑϲτήκω ἐνεϲτῶτοϲ, ὁ ἕϲτηκα ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ὁ ὢν ἀπὸ τοῦ ἵϲτημι ἐνεϲτῶτοϲ τούτου χάριν πρὸϲ ἀντιδιαϲτολὴν ἐκείνου διὰ τοῦ α ἐξενέχθη κατὰ τὴν παραλήγουϲαν.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
